ΠΡΛΞΙΣ Β'.
Ἀκόλουθόν ἐστι μετὰ τὰ προλαβόντα, περὶ αἰρέσεών τινων διαλαβεῖν. Εἰσὶ δὲ αἱ πᾶσαι πδ’, ἅς ἀπαριθμεῖται. Ἐπιφάνιος ὁ Κύπρου ἐπίσκοπος. Ἀλλὰ πρό τοῦ ἅψασθαι ἡμᾶς αὐτῶν, τέως ἀπαριθμηιώμεθα τὰ ἐκκλησιαστικὰ βιβλία. Τῶν τοίνυν ἐκκλησιαστικῶν βιβλίων, τά μὲν τῆς Παλαιᾶς εἰσι Γραφῆς τὰ δὲ, τῆς Νέας. Παλαιὰν δέ λέγομεν Γραφὴν, τὴν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ Νέαν δὲ, τὴν μετά τὴν παρουσίαν. Τῆς μὲν οὖν Παλαιᾶς βιβλία εἰσὶν χβ’, ὦν τὰ μέν εἰσιν ἱστοριχά τὰ δὲ, προφητικά τὰ δὲ, παραινετικά τὰ δὲ, πρὸς τὸ ψάλλειν γενόμενα. Ει δὲ καὶ ἕχαστον ἐν ἐκάστῳ εὑρίσκεται, ἀλλ’ οὖν ἀπὸ τοῦ πλεονάζοντος ἕκαστον κέχληται. Τά τοίνυν ἱστορικά βιβλία εἰσὶ ιβ’, ὦν πρῶτόν ἐστιν ἡ Γένεσις, περιέχει δὲ τοῦτο τὸ βιβλὶον τὰ ἀπὸ τῆς ποιὴσεως τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἕως τῆς τελευτῆς τοῦ Ἰωςὴφ. Δεύτερόν ἐστιν ἡ Ἕξοδος περιέχει δὲ καὶ τοῦτο ἀπὸ τῆς τελευτῆς τοῦ Ιωσὴφ, καὶ τῆς ἐξόδου τῶν Ἰσραηλιτῶν, ἕως τῶν γενομένων ἂχρι τοῦ φθάσα: αὐτοῦς τὸ ὅ ρος τοῦ Σινᾶ. Ταῦτα δὲ ἐστι πῶς τὴν Ἐρυθρὰν θάλασσαν διεπέρασαν, καὶ τί ἐν τῷ μεταξὺ γέγονε, καὶ πῶς τὸν νόμον διὰ Μωσέως ἕλαβον ἀπὸ θεο τοῦ. Τρίτον ἐστὶ βιβλίον, οἱ λεγόμενοι Ἀριθμοὶ, ἐν οἶς ἀπαριθμεῖται τὰς φυλὰς τῶν Ἰσραηλιτῶν, καὶ τοὺς ἃρχοντας αυτών. Τέταρτὸν έστι τὸ Αευϊτικὸν, ἐν ᾦ προστάττει, πῶς δεϊ λατρεύειν τοῦς ἱερεϊς ὅθεν καὶ ἐχλήθη Αευϊτικόν ἀπὸ γὰρ τῆς φυλῆς τῶν Αευΐτών ἐγίνοντο οἱ ἱερεϊς. Πέμπτον ἐστὶ, τὸ Δευτερονόμιον, ἐν ᾦ ὡς ἐν συνόψει διηγεῖται τὰ ἀπὸ τῆς Ἔξὸδου γενόμενα, μέχρι τοῦ ὅρους τοῦ Σινᾶ, καὶ ὅτι, τὸν νόμον πλατέως ἑκτίυεται, ὅθεν καὶ Δευτερονόμιον ἐκλήθη. Ἃ γὰρ ἐν τῇ Ἔξόδῳ ώς ἐν συντόμῳ γέγραπται περὶ τοῦ νόμου, ταῦτα πλατῦτερον ἐν τῷ Δευτερονομίῳ παραοίδοται μετὰ καὶ ἐτέρων ἅλλων. Ταῦτα δὲ τὰ πέντε βιβλία, πάντες τοῦ Μωσέως μαρτυροῦσιν εἶναι τὰ γὰρ ἐφεξῆς, οὺδεὶς οΐδε τίνος εἰσί. Αέγονται δὲ ταῦτα, ἡ Πεντάτευχος. Ἕκτον μετά τὸ Δευτερονόμιόν ἐστιν, Ἰησοῦς τοῦ Ναυῆ, ἐν ᾦ λέγεται, πῶς ἐξήγαγε τοὺς Ἰσραηλίτας ἀπὸ τῆς ἐρήμου εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὀ Ίησοῦς, μαθητὴς γενόμενος τοῦ Μωσέως καὶ ἰσοδύναμος αὐτῷ. Ἐβδομόν έστιν, οἱ λεγόμενοι Κριταί. Ἐλθόντες γὰρ οἱ Ἰσραηλῖται εἰς τὴν τῆν τῆς ἐπαγγελίας, ἐποίησαν ἐαυτοῖς, ἵνα κρίνωσι τὸν λαόν. Βασιλεϊς γὰρ οὐκ εἶχον, μόνον τὸν Θεὸν βασιλέα ὀνομάζοντες. Ἐπειδὴ οὖν ἐν τούτῳ τῷ βιβλίῳ διηγεῖται, ὅσα ἐποίησαν οἱ κριταί μέχρι τῶν βασιλέων. Διὰ τοῦτο ἐκλήθη, οἱ Κριταί. Ὅγδοόν ἐστι βιβλἱον ἡ Ῥοὺθ. Ῥοὺθ δὲ λέγεται, ἐπειδὴ ἐν αὐτῷ δηγεϊται, πῶς ἡ Ῥοὺθ γυνὴ οὖσα Μωαβϊτις, εἰς τοὺς Ἰσραηλίτας μετὲστη. Ἠν δὲ αὕτη γυνὴ τοῦ προπάτοπος, Δαβίδ. Μετὰ ταῦτά ἐστι δύο βιβλία, καὶ περιέχει τὰς βασιλείας. Τέσσαρες γάρ εἰσι λόγοι τῶν Βασιλειῶν, ἐν δύο Βιβλίοις φερόμενοι.
Ἐβασίλευσαν δὲ οἱ Ἰουδαῖοι, ἀπὸ τοιαύτης αἰτίας. Ό Σαμουὴλ, ὅς ἐγένετο ὕστερος τῶν κριτῶν, ἀνὴρ ἐγένετο προφήτης καὶ μέγας, ὅστις μετὰ πάσης δικαιοσύνης ἔκρινε τὸν λαὸν Ἰσραήλ. Οὖτος ἔσχε δύο παϊδας, οἴτινες γηράσαντος τοῦ Σαμουὴλ γενόμενοι κριταὶ, οὐκ ἐκριναν τὸν λαὸν κατὰ τὰ δικαιώματα τοῦ Ηατρός ἀλλά δῶρα λαμβάνοντες, προεδίδουν τὰς κρίσεις. Γέροντος οὖν ὅντος τοῦ Πατρὸς αὐτῶν, συνήχθησαν οἱ Ἰσραηλϊται, αἰτοῦντες αὐτὸν μεταστϊλαι αὐτοϊς βασιλέα. Ό δὲ εὐχόμενος τῷ Θεῷ περὶ τοὐτου, ἤκουσεν, ὅτι Ποήσον αὐτοῖς βασιλέα. Οὐ χὰρ σὲ ίξουδένωσαν, ἀλλ ᾽ ἐμέ, αὶτήσαντες, ἐαυτοῖς βασιλέα. Ό δὲ ἀκούσας τοῦ Θεοῦ, ἐποίησεν αὐτοῖς βασιλέα τὸν Σαούλ, ἄνδρα ἐκ φυλῆς Βενιαμίν ὅστις ἄρξας ἔρη μ᾽, οὐκ ἐφύλαξε τὰς ἐντολὰς τοῦ Θεοῦ. Καὶ τὸτε ὁ Θεὸς ἀντ᾽ αὐτοῦ τὸν Δαβὶδ ἐποίησε βασιλέα τῆς φυλῆς τοῦ Ἰούδα.
Καὶ ἀπ᾽ ἐκείνου ἔμεινεν ἡ φυλὴ τοῦ Ἰούδα βασιλεύουσα, παϊς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν βασιλείαν ἔως οὑ Ναβουχοδονόσορ ἐλΘών ἠνδραποδίσατο τὰ Ἰεροσόλυμα. Τὸ οὖν ἔννατον καὶ δέκατον βιβλίον περιέχει τὰς Βασιλείας. Ένδέκατὸν ἐστιν, αἱ Παραλειπόμεναι. Παραλειπόμεναι δὲ ἐκλὴΘησαν, ὴπειδή ἐν αὐταϊς διεξέρχεται, ἃ παρέλιπον οἱ συγγραψάμενοι τὰς Βασιλείας. Δωδέκατόν ἐστι τῶν ίστορικῶν βιβλίων ὁ Ἔσδρας ἐν ᾦ ἐστι τὰ μετὰ τὴν αἰχμαλωσὶαν τῶν Ἰουδαίων γενόμενα, ἔως τῆς ἐπανόδου αὐτῶν, τῆς ἀπὸ τῶν Ἄσσυρίων, ἐπὶ Κύρου γενομένης. Καὶ ταῦτα μέν ίστορικά.
Προφητικὰ δὲ ἐίσι πέντε. Ὥν πρῶτόν ἐστιν ὁ Ἡσαῒας, δεύτερον ὁ Ἰερεμίας, τρίτον ὁ Ἰεζεκιήλ, τέταρτον ὁ Δανιήλ, πέμπτον τὸ Δωδεκαπρόφητον λεγόμενον, ἐν ᾦ δώδεκα προφητῶν κεϊται προφητεία. Παραινετικά εἰσι βιβλία δ᾽. Ὥν πρῶτον ὁ Ἰώβ τοῦτο δὲ τινες ἐνόμισαν Ἰωσήπου εἶναι σύγγραμμα, Δεὐτερόν ἐστιν αἱ Παροιμίαι Σολομῶντος, τρίτον ὁ Ἐκκλησιαστής, τέταρτον τὸ Ἄσμα τῶν ᾀσμάτων· Τετάχθαι δὲ νῦν μετὰ τὰ παραινετικὰ τὸ Ἄσμα τῶν ᾀσμάτων λέγω, ἐπειδὴ ἡ τοὐτων Θεωρία ὑψηλοτὲρα ἐστίν. Είσὶ δὲ ταῦτα τὰ τρία βιβλία τοῦ Σολομῶντος· Μετὰ ταῦτά ἐστι τὸ Ψαλτήριον·
Καὶ ταῦτα μέν εἰσι χβ᾽ βιβλία τῆς Παλαιᾶς τῆς δὲ Νέας, ἔξ εἱσι βιβλία, ὦν δύο περιέχει τοὺς τέσσαρας εὐαφφελιστὰς τὸ μὲν γὰρ ἔχει Ματθαῖον καὶ Μάρκον, τὸ δὲ ἔτερον, Λουκᾶν καὶ Ἰωάννην· τρίτον ἐστιν, αἱ Πράξεις τὼν ἀποστόλων· τέταρτον, αἱ καθολικαὶ Έπιστολαὶ, οὖσαι ἑπτά· ὦν πρώτη τοῦ Ἰακώβου ἐστί· ἡ β᾽ καὶ ἡ δὲ ζ᾽, τοῦ Ἰούδα. Καθολικαὶ δὲ ἐκλήθησαν, ἐπειδὴ οὐ πρὸς ἔν ἔθνος ἐγράφησαν, ὡς αἱ τοῦ Παύλου, ἀλλὰ καθόλου πρὸς πάντα. Πέμπτον βιβλίον, αἱ ιδ᾽ τοῦ άγίου Παύλου ἐπιστολαί. Έκτον ἐστὶν, ἡ Ἀποκάλυψις τοῦ ἁγίου Ἰωάννου. Ταῦτά έστι τὰ κανονιξόμενα βιβλία ἐν τῇ Εκκλησίᾳ, καὶ παλαιὰ καὶ νὲα· ὦν τὰ παλαιὰ πὰντα δὲχονται οἱ Ἐβραῖοι·