JOÃO DAMASCENO

De Fide Orthodoxa

LIBER IV

CAPUT XVII

A fé Ortodoxa

LIVRO IV

CAPÍTULO XVII

Περὶ Γραφῆς

Εἷς ἐστιν ὁ Θεὸς ὑπό τε Παλαιᾶς Διαθήκης καὶ Καινῆς κηρυττόμενος, ὁ ἐν Τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ Κυρίου φήσαντος· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». Αὐτὸς γὰρ τὴν ἡμῶν σωτηρίαν εἰργάσατο, ὑπὲρ ἧς πᾶσα Γραφὴ καὶ ἅπαν μυστήριον. Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφάς· αὗται γὰρ μαρτυροῦσι περὶ ἐμοῦ». Καὶ τοῦ ἀποστόλου εἰπόντος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ». Διὰ Πνεύματος τοίνυν Ἁγίου ὅ τε νόμος καὶ οἱ προφῆται, εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ ποιμένες ἐλάλησαν καὶ διδάσκαλοι.

«Πᾶσα τοίνυν Γραφὴ θεόπνευστος πάντως ὠφέλιμος». Ὥστε κάλλιστον καὶ ψυχωφελέστατον ἐρευνᾶν τὰς θείας Γραφάς. Ὥσπερ γὰρ δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, οὕτω καὶ ψυχὴ τῇ θείᾳ ἀρδευομένη Γραφῇ πιαίνεται καὶ καρπὸν ὥριμον δίδωσι, πίστιν ὀρθόδοξον, καὶ ἀειθαλέσι τοῖς φύλλοις, ταῖς θεαρέστοις, φημὶ, ὡραΐζεται πράξεσι· πρός τε γὰρ πρᾶξιν ἐνάρετον καὶ θεωρίαν ἀθόλωτον ἐκ τῶν ἁγίων Γραφῶν ῥυθμιζόμεθα. Πάσης γὰρ ἀρετῆς παράκλησιν καὶ κακίας ἁπάσης ἀποτροπὴν ἐν ταύταις εὑρίσκομεν. Ἐὰν οὖν ἐσόμεθα φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἐπιμελείᾳ γὰρ καὶ πόνῳ καὶ τῇ τοῦ διδόντος χάριτι κατορθοῦνται ἅπαντα. «Ὁ γὰρ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Κρούσωμεν τοίνυν εἰς τὸν κάλλιστον παράδεισον τῶν Γραφῶν, τὸν εὐώδη, τὸν γλυκύτατον, τὸν ὡραιότατον, τὸν παντοίοις νοερῶν θεοφόρων ὀρνέων κελαδήμασι περιηχοῦντα ἡμῶν τὰ ὦτα, τὸν ἁπτόμενον ἡμῶν τῆς καρδίας, καὶ λυπουμένην μὲν παρακαλοῦντα, θυμουμένην δὲ κατευνάζοντα καὶ χαρᾶς ἀιδίου ἐμπιπλῶντα, τὸν ἐπιβιβάζοντα ἡμῶν τὴν διάνοιαν ἐπὶ τὰ χρυσαυγῆ μετάφρενα τῆς θείας περιστερᾶς καὶ ὑπέρλαμπρα καὶ ταῖς φανωτάταις αὐτῆς πτέρυξι πρὸς τὸν μονογενῆ Υἱὸν καὶ κληρονόμον τοῦ φυτουργοῦ τοῦ νοητοῦ ἀμπελῶνος ἀνάγοντα καὶ δι᾿ αὐτοῦ τῷ Πατρὶ τῶν φώτων προσάγοντα. Ἀλλὰ μὴ παρέργως κρούσωμεν, προθύμως δὲ μᾶλλον καὶ ἐπιμόνως· μὴ ἐκκακήσωμεν κρούοντες· οὕτω γὰρ ἡμῖν ἀνοιγήσεται. Ἐὰν ἀναγνῶμεν ἅπαξ καὶ δὶς καὶ μὴ διαγνῶμεν, ἃ ἀναγινώσκομεν, μὴ ἐκκακήσωμεν, ἀλλ᾿ ἐπιμείνωμεν, ἀδολεσχήσωμεν, ἐρωτήσωμεν· «ἐπερώτησον» γάρ, φησίν, «τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι». Οὐ γὰρ πάντων ἡ γνῶσις. Ἀρυσώμεθα ἐκ τῆς τούτου τοῦ παραδείσου πηγῆς ἀένναα καὶ καθαρώτατα νάματα ἁλλόμενα εἰς ζωὴν αἰώνιον, ἐντρυφήσωμεν, ἀπλήστως κατατρυφήσωμεν· τὴν γὰρ χάριν ἀδάπανον κέκτηνται. Εἰ δέ τι καὶ παρὰ τῶν ἔξωθεν χρήσιμον καρπώσασθαι δυνηθείημεν, οὐ τῶν ἀπηγορευμένων ἐστί. Γενώμεθα δόκιμοι τραπεζῖται τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραιτούμενοι. Λάβωμεν λόγους καλλίστους, θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀπορρίψωμεν· πλείστην γὰρ ἐξ αὐτῶν κατ᾿ αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν.

Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς Διαθήκης κατὰ τὰ στοιχεῖα τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧν πέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸ Χὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ᾿ Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, Δανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ. Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶ δὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός· ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ᾿ οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ.

Τῆς δὲ Νέας Διαθήκης εὐαγγέλια τέσσαρα· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, τὸ κατὰ Ἰωάννην· Πράξεις τῶν ἁγίων ἀποστόλων διὰ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· καθολικαὶ ἐπιστολαὶ ἑπτά· Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Παύλου ἀποστόλου ἐπιστολαὶ δεκατέσσαρες, Ἀποκάλυψις Ἰωάννου εὐαγγελιστοῦ, κανόνες τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος.


FONTE

JOANNIS DAMASCENI, De Fide Orthodoxa. In: J. P. MIGNE, Patrologia Grega, Tomus XCIV, Paris: Petit-Montrouge, 1860. p. 1175-1180.