JOÃO CRISÓSTOMO

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΥΝΟΨΙΣ
Τῆς Παλαιᾶς τε καὶ Καινῆς, ὡς ἐν τάξει ὑπομνηστικοῦ

ΠΡΟΘΕΩΡΙΑ

Καινὴ λέγεται ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως τῶν ἐν αὐτῇ γενομένων, ὅτι πάντα ἀνεκαινίσθη, καὶ πρῶτον ἄνθρωπος, δι' ὃν τὰ πάντα. Ἵνα δὲ μή τις λέγῃ· Ὁ οὐρανὸς ὁ αὐτὸς, ἡ γῆ, καὶ τὸ κυριώτατον ἁπάντων ἄνθρωπος· καὶ (λ. καινὸς) νόμος ἐδόθη, καιναὶ ἐντολαὶ, καινὴ ἡ χάρις διὰ τοῦ λουτροῦ, καινὸς ἄνθρωπος, καιναὶ ἐπαγγελίαι. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἀπὸ τῆς γῆς· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς. Καινὰ τὰ μυστήρια. Οὐκέτι γὰρ ἐκεῖνα τὰ σωματικὰ, πρόβατον καὶ αἷμα, καὶ κνίσσα, καὶ κόπρος, ἀλλ' ἡ λογικὴ καὶ ἐνάρετος λατρεία, τὰ παραγγέλματα καινὰ, ξύλον εἰς οὐρανοὺς ἀνάγον καὶ ὑψηλοὺς ἐργαζόμενον.

Σκοπὸς δὴ ἑκατέρωθεν τῶν ∆ιαθηκῶν εἷς, τῶν ἀνθρώπων ἡ διόρθωσις. Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον; Καὶ γὰρ οὐρανὸν μέγαν δι' αὐτὸν ἐποίησε, καὶ γῆν εὐθεῖαν, καὶ θάλασσαν ὑπὲρ τὴν χρείαν, ἵνα ἀπὸ τοῦ μεγέθους τῶν γενομένων θαυμάσαντες τὸν ∆ημιουργὸν, εἰς θεογνωσίαν ἔλθωσι. Καὶ ταῦτα οὖν διὰ τοῦτον γέγονεν. Ἐπεὶ οὖν σκοπὸς εἷς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ἀναγκαῖον εἶναι ἐνόμισεν ὁ Μωϋσῆς καὶ ἱστορίας ἀναγράψαι παλαιάς· οὐ κατὰ τὴν ἔξωθεν ἀκολουθίαν· ἐκεῖνοι μὲν γὰρ ἱστορίας γράφουσιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι, καὶ πολέμους καὶ μάχας εἰς μέσον ἀγαγεῖν, καὶ καρπώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων. Ὁ δὲ νομοθέτης οὐχ οὕτως· ἀλλὰ πάντοτε ἱστορίας ἀναγράφει ἀνδρῶν μεγάλων κατωρθωκότων, ὥστε τοῖς μετὰ ταῦτα τῶν ἐκείνοις βεβιωμένων τὴν διήγησιν γενέσθαι διδασκαλίας ἀγαθῆς ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο οὐ μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ καὶ τοὺς ἡμαρτηκότας, ἵνα τοὺς μὲν ζηλώσωμεν, τοὺς δὲ ἐκφύγωμεν, καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας. Μὴ τοίνυν νομιζέτω τις ξένον εἶναι νομοθέτου τὸ παλαιὰς ἱστορίας διηγεῖσθαι καὶ νόμους ἀναγράφειν.

Ὅπερ γὰρ ἰσχύει νόμος, τοῦτο καὶ ἡ διήγησις τοῦ βίου τῶν ἁγίων. Ἔστι τοίνυν τῆς Παλαιᾶς τὸ μὲν ἱστορικὸν, ὡς ἡ Ὀκτάτευχος· ἡ μὲν Γένεσις τὰ περὶ τῆς δημιουργίας διηγουμένη, καὶ τὰ περὶ τοῦ βίου τῶν εὐηρεστηκότων Θεῷ· ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴνἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν· τὸ δὲ Λευιτικὸν τὰ περὶ θυσιῶν καὶ ἱερουργίας· ἡ γὰρ τοῦ Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον. Μετ' ἐκεῖνο οἱ Ἀριθμοί· μετὰ γὰρ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκέλευσεν ὁ Θεὸς ἀριθμηθῆναι τὸν δῆμον τῶν Ἰουδαίων, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες, ἀφ' ἑνὸς ἀνθρώπου τοῦ Ἀβραὰμ γενόμεναι. Εἶτα μετ' ἐκεῖνο τὸ ∆ευτερονόμιον· τὸν γὰρ νόμον ἐκ δευτέρου ἡρμήνευσεν αὐτοῖς ὁ Μωϋσῆς. Εἶτα μετ' ἐκεῖνο Ἰησοῦς ὁ τοῦ Ναυῆ· οὗτος γὰρ μετὰ τὸν Μωϋσέα γενόμενος αὐτῶν δημαγωγὸς, εἴς τε τὴν γῆν τῆς ἐπαγγελίας εἰσήγαγε, καὶ τὴν γῆν διένειμε κατὰ κλήρους ταῖς δώδεκα φυλαῖς. Μετ' ἐκεῖνον οἱ Κριταί· τοῦ γὰρ Ἰησοῦ τελευτήσαντος, εἰς ἀριστοκράτειαν μετέπεσε τὰ πράγματα τῶν Ἰουδαίων, καὶ αἱ φυλαὶ ἐκράτουν. Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί. Μετ' ἐκεῖνο αἱ Βασιλεῖαι αἱ τέσσαρες, ἐν αἷς τὰ εἰς τὸν Σαοὺλ, τὰ εἰς τὸν ∆αυῒδ, τὰ εἰς Σολομῶντα καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον, καὶ τὰ μέχρι τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα. Μετὰ δὲ τὰς βασιλείας Ἔσδρας. Ἐπειδὴ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ἁμαρτόντες, καὶ ἑβδομήκοντα ἔτη διετέλεσαν αὐτόθι δουλεύοντες, ὁ Θεὸς ὕστερον ἵλεως αὐτοῖς γενόμενος, παρεσκεύασε τὸν Κῦρον τὸν τότε Περσῶν βασιλεύοντα, Κῦρον, οὗ τὰς παιδείας ἀνέγραψε Ξενοφῶν, ἀφεῖναι τοὺς αἰχμαλώτους. Καὶ ἀφέντος, ἐπανῆλθον ἡγουμένου τοῦ Ἔσδρα, τοῦ Νεεμίου, τοῦ Ζοροβάβελ. Καὶ τὴν ἐπάνοδον ταύτην γράφει ὁ Ἔσδρας· ὡς ἐπανελθόντες ἐκ δευτέρου τὸν ναὸν ᾠκοδόμησαν, καὶ τὴν πόλιν ἀνέστησαν. Καὶ ἑκατὸν διαγενομένων ἐτῶν, πάλιν πόλεμος αὐτοὺς κατέλαβεν ὁ Μακεδονικός. Εἶτα τὰ ἐπὶ Ἀντιόχου συνέβη τοῦ Ἐπιφανοῦς, ὅτε καὶ τρία ἔτη πολιορκηθέντες καὶ ἥμισυ, κακῶς παθόντες, πάλιν ἀπηλλάγησαν τῶν ἐπιγενομένων κακῶν. Καὶ μετ' ἐκεῖνο ὀλίγου διαγενομένου χρόνου, ἔρχεται ὁ Χριστὸς, καὶ τέλος λαμβάνει ἡ Παλαιά. Ὥστε δὲ μαθεῖν πόθεν συνέστη τὸ Ἰουδαίων γένος, ἀναγκαῖον ὀλίγα εἰπεῖν. Μετὰ τὸν Ἀδὰμ γέγονεν ὁ Σὴθ, εἶτα Ἐνὼχ, εἶτα ἕτεροι μέχρι πλειόνων γενεῶν· καὶ τότε ὁ Νῶε, ἐφ' οὗ, τῶν ἀνθρώπων διαφθαρέντων ὑπὸ κακίας, γίνεται ὁ κατακλυσμός. Εἶτα τοῦ κατακλυσμοῦ παυθέντος, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ μόνος μετὰ παίδων τριῶν, ἐνέπλησε τὴν γῆν ἐκ τῆς αὐτοῦ γενεᾶς, κατὰ διαδοχὴν πολλῶν ὄντων τῶν τικτομένων. Ὡς οὖν ἐγένοντο πολλοὶ, ἐβουλεύσαντο πύργον οἰκοδομῆσαι, φθάνοντα ἕως τοῦ οὐρανοῦ. Καταγνοὺς δὲ αὐτῶν τὴν γνώμην ὁ Θεὸς, συνέχεεν αὐτῶν τὰς γλώσσας, καὶ τὴν μίαν εἰς πολλὰς διέτεμεν. Ὅθεν ἀνάγκη γέγονεν αὐτοῖς οὐκ ἀκούουσιν ἀλλήλων, μηδὲ συνοικῆσαι ἀλλήλοις· καὶ αὕτη γέγονε πρόφασις τοῦ πανταχοῦ διασπαρῆναι αὐτοὺς τῆς οἰκουμένης. Λέγεται δὲ ἐν ταύτῃ τῇ συγχύσει τῶν γλωσσῶν ὁ Ἕβερ ὁ τῶν Ἰουδαίων πρόγονος μὴ βουληθῆναι κοινωνῆσαι τῆς ἐπιχειρήσεως αὐτοῖς, καὶ μόνος μεῖναι διατηρῶν τὴν οἰκείαν γλῶσσαν, τῆς καλλίστης γνώμης τοῦτο τιμηθείς. Τούτου ἔγγονος ἐγένετο, Ἀβραάμ· διὸ καὶ Ἰουδαίων γλῶσσα Ἑβραϊκὴκέκληται, ἀπὸ τοῦ Ἕβερ. Τούτου τοίνυν ἐγένετο ἔγγονος [Ἀβραὰμ], τοῦ Ἀβραὰμ, Ἰσαὰκ, οὗἸακώβ. Οὗτος ἐγέννησε τοὺς δώδεκα πατριάρχας, τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευὶ, τὸν Ἰούδαν, τὸν Ἰσαχὰρ, τὸν Ζαβουλὼν, τὸν Νεφθαλεὶμ, τὸν Γὰδ, τὸν ∆ὰν, τὸν Ἀσὴρ, τὸν Ἰωσὴφ, τὸν Βενιαμίν. Τούτων τῶν ἕνδεκα πατριαρχῶν ἐπώνυμοι γεγόνασιν αἱ μετὰ ταῦτα φυλαί. Ἕκαστος γὰρ φυλὴν ἀπεγέννησε, καὶ οἱ τεχθέντες, ἀπ' ἐκείνων ἐκαλοῦντο. Ἀντὶ μέντοι τοῦ Ἰωσὴφ μία φυλὴ οὐκέτι γίνεται, ἀλλὰ δύο. Οὐ γὰρ ἠβουλήθη ὁ πατὴρ ὁ τοῦ Ἰωσὴφ μιᾷ φυλῇ ἐπώνυμον αὐτὸν γενέσθαι. Τί οὖν γίνεται; Ἐπειδὴ εἷς ἦν ὁ αὐτὸς, ἵνα διπλοῦς γένηται πατριάρχης, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ τοὺς υἱοὺς αὐτοῦ τοὺς δύο, τούτους ἐποίησε δύο φυλῶν γενέσθαι ἐπωνύμους, καὶ αἱ δύο φυλαὶ τῷ Ἰωσὴφ ἐλογίζοντο. Ὥστε συνέβη ἐκ τούτου ἕνδεκα (λ. τρισκαίδεκα) εἶναι τὰς φυλὰς, ἕνδεκα τὰς τῶν ἄλλων, δύο τὰς τοῦ Ἰωσὴφ τὰς διὰ τῶν παίδων. Ὑπεξαιρεῖται ἡ τοῦ Λευὶ, καὶ ἀφορίζεται τῇ τάξει τῆς ἱερωσύνης· οὐδὲ γὰρ ἦν ἀναγκαῖον ἄλλο τι μεταχειρίσαι· καὶ μένει τῶν δώδεκα ὁ ἀριθμὸς μὴ ἀκρωτηριασθείς. Αἱ μὲν οὖν δώδεκα τὰ ἄλλα πάντα ἔπραττον· ἡ δὲ τοῦ Λευὶ τὰ ἱερατικὰ ἦν ἐπιτεταγμένη μόνη. Ἐκ ταύτης ἦν ὁ Μωϋσῆς. Οὗτοι τοίνυν οἱ δώδεκα πατριάρχαι ἀπελθόντες εἰς Αἴγυπτον, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ πληρουμένης τῆς λεγούσης, Ποιήσω τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἑξακοσίων χιλιάδων ἐγένοντο πρόγονοι. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων συνέστη γένος ἀπὸ τῆς Ἰούδα φυλῆς ὀνομασθὲν τῆς βασιλικωτάτης, ὅθεν οἱ βασιλεῖς ἂν ἐγένοντο.

Τῆς οὖν Παλαιᾶς ἐστι τὸ μὲν ἱστορικὸν, τοῦτο δὴ ὃ προειρήκαμεν· τὸ δὲ συμβουλευτικὸν, ὡς αἵ τε Παροιμίαι, καὶ ἡ τοῦ Σειρὰχ Σοφία, καὶ ὁ Ἐκκλησιαστὴς, καὶ τὰ Ἄσματα τῶνᾀσμάτων· τὸ δὲ προφητικὸν, ὡς οἱ δεκαὲξ λέγω Προφῆται, καὶ Ῥοὺθ, καὶ ∆αυΐδ. Εὕροι δ' ἄν τις τὰ εἴδη ταῦτα διῃρημένα ἁδρομερῆ ἐν ἀλλήλοις ὄντα. Οἷόν τι λέγω, ἐν ταῖς ἱστορίαις εὕροι τις ἂν προφητείαν· καὶ τῶν προφητῶν ἀκούσειεν ἂν πολλὰ ἱστορικὰ διαλεγομένων. Καὶ τὸ τῆς συμβουλῆς δὲ εἶδος καὶ τὸ τῆς παραινέσεως, ἐν ἑκατέρῳ τούτων, ἔν τε τῇ προφητείᾳ, ἔν τε τῇ ἱστορίᾳ. Πάντα δὲ ταῦτα, ὥσπερ ἔφθην εἰπὼν, εἰς ἓν βλέπει, τὴν τῶν ἀκουόντων διόρθωσιν, ὥστε καὶ ἀπὸ τῆς τῶν προτέρων διηγήσεως, καὶ ἀπὸ τῆς συμβουλῆς καὶ τῆς παραινέσεως, καὶ ἀπὸ τῆς προφητείας ῥυθμίζεσθαι πρὸς τὸ δέον. Προφητείας δὲ τοῦτο ἔργον μᾶλλον ἦν, τὸ τὰ μέλλοντα προαναφωνεῖν, εἴτε χρηστὰ, εἴτε λυπηρὰ, ἵνα τοὺς μὲν ἀποσπάσωνται, τοὺς δὲ τῷ φόβῳ τῆς κακίας ἀπείρξωσιν. Ἔστι δὲ καὶ ἕτερον προφητείας εἶδος, τὸ τὰ περὶ τοῦ Χριστοῦ προαναφωνῆσαι· ἔνθα μετ' ἀκριβείας οὐ περὶ τῆς παρουσίας μόνον, ἀλλὰ καὶ περὶ ὧν ἔμελλε παραγενόμενος πράττειν, καὶ περὶ τοῦ τόκου, καὶ περὶ τῆς γεννήσεως, καὶ περὶ τοῦ σταυροῦ, καὶ περὶ τῶν θαυμάτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐκλογῆς, περὶ τῆς Καινῆς ∆ιαθήκης, περὶ τῆς παύσεως τῶν Ἰουδαϊκῶν, καὶ περὶ τοῦ ἀφανισμοῦ τῶν Ἑλληνικῶν, καὶ περὶ τῆς εὐγενείας τῆς κατὰ τὴν Ἐκκλησίαν, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν καθεξῆς ὄντων πραγμάτων. Ταῦτα πάντα μετὰ σαφηνείας ἁπάσης πρὸ πολλοῦ τοῦ χρόνου προανεφώνησαν οἱ προφῆται, τὰ μὲν διὰ τύπων, τὰ δὲ διὰ ῥημάτων. Καὶ γὰρ δύο προφητείας εἴδη, καὶ διὰ ἔργων καὶ διὰ λόγων προαναφωνεῖν τὰ μέλλοντα· διὰ λόγων μὲν, ὡς ὅταν τὸν σταυρὸν βουλόμενοι εἰπεῖν, λέγωσιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Τοῦτο μὲν οὖν διὰ λόγων εἷλον προφητεῦσαι· δι' ἔργων δὲ, ὅταν Ἀβραὰμ φαίνηται τὸν υἱὸν ἀναφέρων, καὶ τὸν κριὸν κατασφάττων. ∆ιὰ γὰρ τῶν πραγμάτων προανατυποῖ τοῦ σταυροῦ τὴν εἰκόνα, καὶ τὴν ὑπὲρ τῆς οἰκουμένης ἐσομένην σφαγήν. Καὶ πολλοὺς ἄν τις εὕροι τοιούτους τύπους ἐν τῇ Παλαιᾷ, καὶ προφητείας διὰ πραγμάτων. Οὐ μόνον δὲ τὰ μέλλοντα προφητείας ἐστιν εἰπεῖν, ἀλλὰ καὶ τὰ παρελθόντα, ὅπερ μᾶλλόν ἐστι παρὰ Μωϋσῇ. Ὅταν γὰρ περὶ οὐρανοῦ καὶ γῆς διαλέγηται, παρελθόντα μὲν λέγει πράγματα καὶ κεκρυμμένα τῷ χρόνῳ, προφητεία δὲ αὐτὰ φθέγγεται. Ὥσπερ γὰρ τὰ μηδέπω γενόμενα, καὶ ἀφανῆ ἔτι τυγχάνοντα, προφητείας ἐστὶν εἰπεῖν, οὕτω τὰ γενόμενα μὲν, κεκρυμμένα δὲ τῷ χρόνῳ, ταῦτα ἀνακαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν τῆς ἴσης χάριτός ἐστιν. Ἔστι δὲ καὶ τὰ παρόντα προφητείας εἰπεῖν, ὅταν τι γίνηται μὲν, κρύπτηται δὲ, οἷον ἐπὶ τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρης. Ἐκεῖ γὰρ οὔτε παρελθὸν, οὔτε μέλλον ἦν, ἀλλὰ παρὸν μὲν, ἄδηλον δέ. Ὁ τοίνυν Πέτρος προφητείᾳ αὐτὰ ἐκκαλύψας, εἰς μέσον ἄγει. Καὶ τὰ μὲν τῆς Παλαιᾶς, ὡς ἄν τις ἁδρομερῶς εἴποι, ταῦτα. Ἐπὶ δὲ τῆς Καινῆς τὰ ἐν τῇ Παλαιᾷ αἰνιγματωδῶς εἰρημένα, ταῦτα δείκνυται, τὰς προφητείας λέγω τὰς διὰ τῶν ἔργων μαρτυρουμένας, τὴν τῶν οὐρανῶν ἁπτομένην πολιτείαν, τὰ ἀπόῤῥητα τῶν μελλόντων ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Παραλαβοῦσα γὰρ τὸν ἄνθρωπον διὰ τῆς Παλαιᾶς ἡ Καινὴ, συμμέτρως πως καὶ τῆς κακίας ἠρέμα ἀπαλλαγέντα, πρὸς τὴν τῶν ἀγγέλων ἀνάγει πολιτείαν. Ὥστε τῆς μὲν Παλαιᾶς ἔργον ἦν ποιῆσαι ἄνθρωπον, τῆς δὲ Καινῆς τὸν ἄνθρωπον ἐργάσασθαι ἄγγελον. Ἐπειδὴ γὰρ ἡ κακία καὶ τὸ ἀνθρώπους εἶναι ἐποίησεν ἀπολέσαι, εἰς ἀλόγων δυσγένειαν καταγαγοῦσα, καὶ θηριώδεις ἐργασαμένη· ὁ μὲν νόμος ἐκείνης μὲν ἀπήλλαττε τῆς κακίας· ἡ δὲ χάρις καὶ ταύτην τὴν ἀγγελικὴν προστίθησιν ἀρετήν.

Ἔστι δὲ καὶ τῆς Καινῆς βιβλία, αἱ Ἐπιστολαὶ αἱ δεκατέσσαρες Παύλου, τὰ Εὐαγγέλια τὰ τέσσαρα, δύο μὲν τῶν μαθητῶν τοῦ Χριστοῦ, Ἰωάννου καὶ Ματθαίου, δύο δὲ Λουκᾶ καὶ Μάρκου· ὧν ὁ μὲν τοῦ Πέτρου, ὁ δὲ τοῦ Παύλου γεγόνασι μαθηταί. Οἱ μὲν γὰρ αὐτόπται ἦσαν γεγενημένοι, καὶ συγγενόμενοι τῷ Χριστῷ· οἱ δὲ παρ' ἐκείνων τὰ ἐκείνων διαδεξάμενοι, εἰς ἑτέρους ἐξήνεγκαν· καὶ τὸ τῶν Πράξεων δὲ βιβλίον, καὶ αὐτὸ Λουκᾶ, ἱστορήσαντος τὰ γενόμενα, καὶ τῶν καθολικῶν Ἐπιστολαὶ τρεῖς.


FONTE

JOHANNES CRYSOSTOMUS, Synopsis Scripturae Sacrae, In: J. P. MIGNE. Patrologia, séries Grega, Tomus LVI, Paris: Petit-Montrouge, 1859. p. 313-317.