EPIFÂNIO DE SALAMINA

Panarion viii

Ζ'. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους, καὶ προφητῶν βίβλους ταύτας· πρώτην μὲν Γένεσιν, δευτέραν δέ Ἔξοδον, τρίτην Λευιτικὸν, τετάρτην Ἀριθμοὺς, πέμπτην ∆ευτερονόμιον, ἕκτην βίβλον Ἰησοῦ τοῦ Ναυῆ, ἑβδόμην τῶν Κριτῶν, ὀγδόην τῆν Ῥοὺθ, ἐννάτην τοῦ Ἰὼβ, δεκάτην τὸ Ψαλτήριον, ἑνδεκάτην Παροιμίαι Σολομῶντος, δωδεκάτην Ἐκκλησιαστὴς, τρισκαιδεκάτην τὸ ᾎσμα τῶν ᾀσμάτων, τεσσαρεσκαιδεκάτη πρώτην Βασιλειῶν, πεντεκαιδεκάτη δευτέραν Βασιλειῶν, ἑκκαιδεκάτην τρίτην Βασιλειῶν, ἑπτακαιδεκάτην τετάρτην Βασιλειῶν, ὀκτωκαιδεκάτην πρώτην Παραλειπομένων, ἐννεακαιδεκάτην δευτέραν Παραλειπομένων, εἰκοστὴν τὸ ∆ωδεκαπρόφητον, εἰκοστὴν πρώτην Ἠσαΐαν τὸν προφήτην, εἰκοστὴν δευτέραν Ἰερεμίαν, μετὰ τῶν Θρήνων καὶ Ἐπιστολῶν αὐτοῦ τε καὶ τοῦ Βαροὺχ, εἰκοστὴν τρίτην Ἰεζεκιὴλ τὸν προφήτην, εἰκοστὴν τετάρτην ∆ανιὴλ τὸν προφήτην, εἰκοστὴν πέμπτην τὸ πρώτην βιβλίον τοῦ Ἔσδρας, εἰκοστὴν ἕκτην τὸ δευτέρον βιβλίον, εἰκοστὴν ἑβδόμην τὸ βιβλίον Ἐσθήρ. Και αὗταί εἰσιν αἱ εἴκοσιἑπτὰ βίβλοι, αἱ ἐκ θεοῦ δοθεῖσαι τοῖς Ἰουδαίοις. Εἴκοσιδύο δέ ὡς τὰ παρ' αὐτοῖς στοιχεῖα τῶν Ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι, διὰ τὸ διπλοῦσθαι δέκα βίβλους εἰς πέντε λεγομένας. Περὶ τούτου δὲ ἄλλῃ που σαφῶς εἰρήκαμεν.

Εἰσὶ δὲ καὶ ἄλλαι δύο βίβλοι παρ' αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ, καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἐναποκρύφων. Πᾶσαι δὲ αὗται ἱεραὶ βίβλοι τὸν Ἰουδαϊσμὸν ἐδίδασκον καὶ τὰ τοῦ νόμου φυλάγματα ἕως τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας.

Panarion lxxvi

Ε'. [...] Εἰ γὰρ ἦς ἐξ ἁγίου Πνεύματος γεγεννημένος, καὶ προφήταις, καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις Παλαιᾶς Διαθήκης, εἴκοσι δύο ἀριθμουμένοις, τέταρσι δὲ ἁγίοις Εὐαγγελίοις, καὶ ἐν τεσσαρσικαίδεκα Ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου, καὶ ἐν ταῖς πρὸ τούτων, καὶ σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων, καθολικαῖς Ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα, καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σιράχ, καὶ πάσαις ἁπλῶς Γραφαῖς θείαις, καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ' εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ Γραφῇ ῥηθέν.


De Mensuris et Ponderibus

Δ'. Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων ὀνόματα, πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμεναι. Τὸ γὰρ χὰφ ἔστι διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σαδέ. ∆ιὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τοῦ Ἔσδρα τῇ δευτέρᾳ καὶ γίνεται μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικάς, Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, ∆ευτερονόμιον· αὕτη ἡ πεντάτευχος ἡ καὶ νομοθεσία· πέντε δὲ στιχήρεις· ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστής, Ἆσμα Ἀσμάτων. Εἶτα ἄλλη πεντάτευχος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥούθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης. Αὕτη τρίτη πεντάτευχος. Ἄλλη πεντάτευχος τὸ δωδεκαπρόφητον, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, ∆ανιήλ. Καὶ εἶτα ἐπληρώθη ἡ προφητικὴ πεντάτευχος. Ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα, δύο εἰς μίαν λογιζόμεναι, καὶ ἡ ἄλλη βίβλος ἡ τῆς Ἐσθήρ. Καὶ ἐκπληρώθησαν αἱ εἴκοσι δύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἴκοσι δύο στοιχείων παρ' Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥ τε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σειράχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, ὁ γὰρ πάππος αὐτοῦ Ἰησοῦς ἐκαλεῖτο, τοῦ καὶ τὴν σοφίαν ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύσας ἑλληνιστὶ ἔγραψε. Καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ' εἰς ἀριθμὸν τῶν ῥητῶν οὐκ ἀναφέρονται. ∆ιὸ οὐδὲ ἐν τῷ ἀαρὼν ἐνετέθησαν, τουτέστιν ἐν τῇ τῆς διαθήκης κιβωτῷ.

Ε'. Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθῃ, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτήριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαντο βίβλον ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώτου δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου τρίτην βίβλον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως ἑκατοστοῦ πέμπτου τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. Ἕκαστον γὰρ ψαλμὸν ἔχοντα ἐν τῷ τέλει τὸ εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέλος εἶναι βιβλίου ἐδικαίωσαν. Εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρακοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ καὶ ἐν τῷ ἑκατοστῷ πέμπτῳ. Καὶ ἐπληρώθησαν αἱ τέσσαρες βίβλοι. Ἐν δὲ τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ εὐλογητὸς Κύριος γένοιτο γένοιτο τὸ «πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούια». Οὕτω γὰρ λογισάμενοι τὴν περὶ τούτου πᾶσαν ὑπόθεσιν ἀνεπλήρωσαν. Αὗται τοίνυν αἱ εἴκοσι καὶ ἑπτὰ εἴκοσι δύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ φημὶ δὲ καὶ τῶν Θρήνων καὶ τῶν ἐπιστολῶν Βαρούχ τε καὶ Ἱερεμίου, εἰ καὶ οὐ κεῖνται αἱ ἐπιστολαὶ παρ' Ἑβραίοις, ἢμόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα, τὸν τρόπον ὃν εἴπομεν ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι καὶ ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ καὶ οὕτω παρῆλθον κυκλεύουσαι ἑκάστη τριακοντάκις καὶ ἑξάκις ἑρμηνευθεῖσαι, ὡς δ' ᾄδεται λόγος καὶ αἱ εἴκοσι δύο καὶ ἑβδομήκοντα δύο τῶν ἀποκρύφων.


FONTE

EPIPHANIUS, Panarion. In: J. P. MIGNE, Patrologia Grega, Tomus XLI, Paris: Petit-Montrouge, 1863. p. 213-214.

___________________. In: J. P. MIGNE, Patrologia Grega, Tomus XLII, Paris: Petit-Montrouge, 1863. p. 559-562.