CLEMENTE DE ROMA

Epistola I ad Corinthios

ΚΕΦΑΛΑΙΟΝ Γ’
Πᾶσα δόξα καὶ πλατυσμὸς ἐδόθη ὑμῖν,
καὶ ἐπετελέσθη τὸ γεγραμμένον·

«Ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος» (Deut. XXXII, 15). Ἐκ τούτου ζῆλος καὶ φθόνος, ἔρις καὶ στάσις, διωγμὸς καὶ ἀκαταστασία, πόλεμος καὶ αἰχμαλωσία. Oὕτως ἐπηγέρθησαν «οἱ ἄτιμοι ἐπὶ τοὺς ἐντίμους» (Isa. III, 5), οἱ ἄδοξοι ἐπὶ τοὺς ἐνδόξους, οἱ ἄφρονες ἐπὶ τοὺς φρονίμους, οἱ νέοι ἐπὶ τοὺς πρεσβυτέρους. ∆ιὰ τοῦτο πόρρω ἄπεστιν ἡ δικαιοσύνη καὶ εἰρήνη, ἐν τῷ ἀπολιπεῖν ἕκαστον τὸν φόβον τοῦ θεοῦ καὶ ἐν τῇ πίστει αὐτοῦ ἀμβλυωπῆσαι, μηδὲ ἐν τοῖς νομίμοις τῶν προσταγμάτων αὐτοῦ πορεύεσθαι μηδὲ πολιτεύεσθαι κατὰ τὸ καθῆκον τῷ Χριστῷ, ἀλλὰ ἕκαστον βαδίζειν κατὰ τὰς ἐπιθυμίας τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς, ζῆλον ἄδικον καὶ ἀσεβῆ ἀνειληφότας, δι' οὗ καὶ «θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον» (Sap. II, 24).

ΚΕΦΑΛΑΙΟΝ ΚΖ’
Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν
αἱ ψυχαὶ ἡμῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις
καὶ τῷ δικαίῳ ἐν τοῖς κρίμασιν.

Ὁ παραγγείλας μὴ ψεύδεσθαι πολλῷ μᾶλλον αὐτὸς οὐ ψεύσεται· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι. Ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστίν. Ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα, καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι. «Τίς ἐρεῖ αὐτῷ· Τί ἐποίησας; Ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ;» (Sap. XII, 12; XI, 21) Ὅτε θέλει καὶ ὡς θέλει, ποιήσει πάντα, καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδογματισμένων ὑπ' αὐτοῦ (Matth. XXIV, 35). Πάντα ἐνώπιον αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουλὴν αὐτοῦ, εἰ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν» (Psal. XVIII, 1-4).

ΚΕΦΑΛΑΙΟΝ ΝΕ’
Ἵνα δὲ καὶ ὑποδείγματα ἐθνῶν ἐνέγκωμεν·

πολλοὶ βασιλεῖς καὶ ἡγούμενοι λοιμικοῦ τινὸς ἐνστάντος καιροῦ χρησμοδοτηθέντες παρέδωκαν ἑαυτοὺς εἰς θάνατον, ἵνα ·ύσωνται διὰ τοῦ ἑαυτῶν αἵματος τοὺς πολίτας· πολλοὶ ἐξεχώρησαν ἰδίων πόλεων, ἵνα μὴ στασιάζωσιν ἐπὶ πλεῖον. Ἐπιστάμεθα πολλοὺς ἐν ἡμῖν παραδεδωκότας ἑαυτοὺς εἰς δεσμά, ὅπως ἑτέρους λυτρώσονται· πολλοὶ ἑαυτοὺς παρέδωκαν εἰς δουλείαν καὶ λαβόντες τὰς τιμὰς αὐτῶν ἑτέρους ἐψώμισαν. Πολλαὶ γυναῖκες ἐνδυναμωθεῖσαι διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπετελέσαντο πολλὰ ἀνδρεῖα. Ἰουδὶθ ἡ μακαρία, ἐν συγκλεισμῷ οὔσης τῆς πόλεως, ᾐτήσατο παρὰ τῶν πρεσβυτέρων ἐαθῆναι αὐτὴν ἐξελθεῖν εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. Παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν δι' ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκλεισμῷ, καὶ παρέδωκεν κύριος Ὀλοφέρνην ἐν χειρὶ θηλείας (Judith VIII, 30 et seqq.). Oὐχ ἥττονι καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδύνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ δωδεκάφυλον τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται· διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν παντεπόπτην δεσπότην, θεὸν τῶν αἰώνων· ὃς ἰδὼν τὸ ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν, ὧν χάριν ἐκινδύνευσεν (Esther V, XIV, XV).


Epistola I ad Virgines

CAPUT XI

Servos Dei hæc prorsus dedecent. Hanc autem viam multi sequuntur, quia non animadvertunt quod scriptum est: Non multos in vobis, fratres, positos esse doctores et prophetas (I Cor. XII, 28); et iterum: «Si quis in verbo non offendit, hic perfectus est vir. Potest etiam freno circumducere totum corpus» (Jac. III, 2). «Si quis loquitur, quasi sermones Dei» (I Petr. IV, 11); «si est tibi intellectus, responde proximo; sin autem, sit manus tua super os tuum» (Sir. V, 14); quia est «tempus loquendi, et tempus tacendi» (Eccle. III, 7). Dictum est etiam: «Quam pulchrum sit verbum in tempore suo prolatum» (Prov. XXV, 11); et iterum: «Sermo vester semper in gratia sale sit conditus, ut sciotis quomodo oporteat vos unicuique respondere» (Coloss. IV, 6); «labia enim stulti miscent serixis, et os ejus jurgia provocat» (Prov. XVIII, VI). «Qui custodit os suum, custodit animam suam; qui autem inconsideratus est ad loquendum, sentiet mala» (Prov. XIII, 3), nam per petulantiam linguæ excitat indignationem. Quidam tandem «beatum populum dicunt» (Isa. III, 12), «et per dulces sermones et benedictiones, seducunt corda innocentium» (Rom. XVI, 18).


Epistola II ad Virgines

CAPUT XIII

Nonne ex iisdem Scripturis notum tibi est quid, ad tempora Susannæ, narretur de senibus illis qui, cum frequenter starent inter mulieres, contemplati pulchritudinem alienam, in concupiscentiæ barathrum præcipites sese dederunt. Castitatis quidem pretium noverunt, sed ipsius jugum fregerunt. Hinc appetitui perverso venumdati, in beatam Susannam conspirarunt ut eam constuprarent. At illa turpe ipsorum desiderium frustrata est. Innocentiae suæ testem invocavit Deum, qui de manibus impiorum senum eam liberavit.

Quo modo fieri posset ut hæc exempla horrore nos ac tremore non implerent, dum videmus, propter mulierem, a dignitate sua decidere senes, judices, ac populi Dei rectores? Non enim recordati sunt quod dictum est: «Ne circumspicias speciem alienam. Propter speciem mulieris multi perierunt» (Sir. IX, 8); et: «Cum muliere aliena ne sedeas omnino» (Ibid. 12). Et iterum: «Nunquid potent homo abscondere ignem in sinu suo, ut vestimenta illius non ardeant? aut ambulare super prunas, ut non comburantur ad mulierem proximi, non erit mundus cum tetigerit eam» (Prov. VI, 27-29). Et iterum: «Non concupiscat pulchritudinem ejus (mulieris) cor tuum, ne capiaris nutibus illius» (Ibid. 25). «Cum saltatrice ne assiduus sis, nec audias illam, ne pereas in efficacia illius» (Sir. IX, 4). Et iterum: «Qui se existimat stare, videat ne cadat» (I Cor. X, 12).


Constitutiones Apostolicæ

LIBER PRIMUS

CAPUT PRIMUM
De avaritia

Ἀπέχεσθε οὖν πάσης πλεονεξίας καὶ ἀδικίας: καὶ γὰρ ἐν τῷ Νόμῳ γέγραπται: «Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε ὅσα τοῦ πλησίον σου ἐστίν» (Exod. XX, 17), ὅτι ἡ πᾶσα τούτων ἐπιθυμία ἐκ τοῦ πονηροῦ ὑπάρχει. Ὁ γὰρ ἐπιθυμήσας τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὴν παιδίσκην τοῦ πλησίον ἤδη κατὰ διάνοιαν μοιχὸς καὶ κλέπτης ἐστίν, ἐὰν μὴ μεταγνῷ, καὶ κέκριται ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἡ δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας: ἀμήν. Λέγει γὰρ ἐν τῷ Εὐαγγελίῳ, ἀνακεφαλαιούμενος καὶ στηρίζων καὶ πληρῶν τὴν δεκάλογον τοῦ Νόμου: «Ὅτι ἐν τῷ Νόμῳ γέγραπται: Οὐ μοιχεύσεις: ἐγὼ δὲ λέγω ὑμῖν» (Matth. V, 27), τοῦτ' ἔστιν ἐν τῷ Νόμῳ τῷ διὰ Μωϋσέως ἐγὼ ἐλάλησα, νῦν δὲ ὁ αὐτὸς ὑμῖν λέγω: «Πᾶς, ὅστις ἐμβλέψει εἰς τὴν γυναῖκα τοῦ πλησίον πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Οὕτως ἐκρίθη μοιχὸς κατ' ἔννοιαν ὁ ἐπιθυμήσας. Ὁ δὲ τὸν βοῦν ἢ τὸν ὄνον ἐπιθυμήσας οὐκ ἐπὶ τῷ κλέψαι καὶ ἰδιοποιήσασθαι ἢ καὶ ἀπαγαγεῖν αὐτὰ διανοεῖται; Ἢ ὁ τὸν ἀγρὸν πάλιν ἐπιθυμήσας καὶ ἐπιμείνας τῇ τοιᾷδε διαθέσει: πονηρεύεται, ὅπως ὁρογλυφήσας ἀναγκάσῃ τὸν ἔχοντα τοῦ μηδενὸς ἀποδόσθαι αὐτῷ: φησὶν γάρ που ὁ προφήτης: «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι» (Isa. V, 8). Διὸ λέγει: «Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα» (Ibid. 9) Καὶ ἀλλαχοῦ: «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια πατέρων αὐτοῦ, καὶ ἐρεῖ πᾶς ὁ λαός: Γένοιτο, γένοιτο» (Deut. XXVII, 17). Διό φησιν ὁ Μωϋσῆς: «Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου» (Deut. XIX, 14). Διὰ ταῦτα οὖν φόβοι, θάνατοι, δικαστήρια, καταδίκαι παρὰ τοῦ Θεοῦ τοῖς τοιούτοις ἐπακολουθοῦσι. Τοῖς δὲ ὑπηκόοις Θεῷ ἀνθρώποις εἷς νόμος Θεοῦ ἁπλοῦς, ἀληθής, ζῶν οὗτος ἐνυπάρχει: «Ὃ σὺ μισεῖς ὑφ' ἑτέρου σοὶ γενέσθαι, σὺ ἄλλῳ οὐ ποιήσεις» (Tob. IV, 16). Οὐ βούλει τῇ γυναικί σού τινα ἐμβλέψαι κακῶς εἰς διαφθορὰν αὐτῆς: μηδὲ σὺ τῇ τοῦ πλησίον σου γυναικὶ κακοήθως ἀτενίσῃς. Οὐ βούλει σου τὸ ἱμάτιον ἀρθῆναι: μηδὲ σὺ τὸ τοῦ ἑτέρου ἄρῃς. Οὐ θέλεις πληγῆναι, λοιδορηθῆναι, ὑβρισθῆναι: μηδὲ σὺ ἄλλῳ ταῦτα διαθῇς.

LIBER SECUNDUS

CAPUT XXI
Quod periculum sit una tantum parte audita judicare,
et pœnam decernere contra eum qui
nondum convictus est.

Ἔσο δὲ χρηστός, ἀγαθός, ἤπιος, ἄδολος, ἀψευδής, μὴ σκληρός, μὴ αὐθάδης, μὴ ἀπότομος, μὴ ἀλαζών, μὴ ἀνηλεής, μὴ τετυφωμένος, μὴ ἀνθρωπάρεσκος, μὴ δειλός, μὴ δίγνωμος, μὴ ἐμπαίζων τοῖς ὑπὸ σὲ λαοῖς, μὴ ἀποκρύπτων ἀπ' αὐτῶν τὰ τοῦ Θεοῦ νόμιμα καὶ τοὺς περὶ μετανοίας λόγους, μὴ πρόχειρος πρὸς τὸ ἐξῶσαι καὶ ἐκβαλεῖν, ἀλλὰ ἀσφαλής, μὴ φιλεπιτιμητής, μὴ προπετής, μὴ παραδεχόμενος κατά τινος μαρτυρίαν ἄνευ τριῶν μαρτύρων, καὶ τούτων ἂν ὁ τρόπος ᾖ μεμαρτυρημένος πάλαι, καὶ εἰ μὴ ἀπὸ ἔχθρας κινούμενοι καὶ φθόνου. Εἰσὶ γὰρ πολλοὶ ἐπιχαιρεσίκακοι, πρόγλωσσοι, τριττὴν γλώσσαν ἔχοντες (Sir. XXVIII, 14), μισάδελφοι, ἔργον τιθέμενοι σκορπίζειν τὰ Χριστοῦ πρόβατα, ὧν εἰ παραδέχεσθαι θέλεις τοὺς λόγους ἀκρίτως, διασπερεῖς σου τὸ ποίμνιον καὶ παραδώσεις λύκοις εἰς κατάβρωμα, τοῦτ' ἔστι δαίμοσιν καὶ πονηροῖς ἀνθρώποις, μᾶλλον δὲ οὐκ ἀνθρώποις, ἀλλὰ θηρίοις ἀνθρωποειδέσιν, ἐθνικοῖς καὶ Ἰουδαϊσταῖς καὶ αἱρεσιώταις ἀθέοις.

CAPUT XXXVII
De accusatoribus et delatoribus;
et quod judex non debeat illis facile credere,
vel non credere, sed adhibita diligenti inquisitione.

Τὸν μέντοι ἐπίσκοπον δεῖ κρίνειν ὀρθῶς, καθὼς γέγραπται: «Τὴν δικαίαν κρίσιν κρίνατε» (Joan. VII, 24), καὶ ἀλλαχοῦ: «Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;» (Luc. XII, 57) Γίνεσθε οὖν ὡς ἀργυρονόμοι ἐπιστήμονες: καθάπερ γὰρ ἐκεῖνοι τὰ μὲν φαῦλα τῶν νομισμάτων ἀποκρίνουσιν, τὰ δὲ δόκιμα οἰκειοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν ἐπίσκοπον χρὴ τὰ μὲν ἄμωμα κατέχειν, τὰ δὲ ἐπίμωμα ἢ θεραπεύειν ἢ ἀνιάτως νοσοῦντα ἀπορρίπτειν, καὶ μὴ ταχέως κόπτειν μηδὲ οἱσδήποτε πιστεύειν. Ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδῆς κατηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι ἐπὶ τῆς Σωσάννης ἐν Βαβυλῶνι (Dan. XIII), καὶ ἡ Αἰγυπτία ἐπὶ τῷ Ἰωσήφ (Gen. XXXIX). Σὺ οὖν ὡς Θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀποκτείνῃς τὸν δίκαιον. Ὁ γὰρ τοιαῦτα παραδέχεσθαι θέλων ὀργῆς πατήρ ἐστιν μᾶλλον ἢ εἰρήνης: ὅπου δὲ ὀργή, ἐκεῖ Κύριος οὐκ ἔστιν: ἡ γὰρ ὀργή, τοῦ σατανᾶ ὑπάρχουσα φίλη, λέγω δὴ ἡ παρὰ τὸ δίκαιον κινουμένη διὰ τῶν ψευδαδέλφων, οὐδέποτε ὁμόνοιαν ἀφίησιν γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ. Ὅθεν ἐπιγινώσκοντες τοὺς τοιούτους ἄφρονας, ἐριστάς, ζηλωτὰς, ἐπιχαιρεσικάκους, μὴ πιστεύετε αὐτοῖς, ἀλλὰ καὶ παρατηρεῖσθε τοὺς τοιούτους, ἀκούοντές τι παρ' αὐτῶν κατὰ ἀδελφοῦ, ὅτι οὐδὲν ἐν ὀφθαλμοῖς αὐτῶν φόνος, καὶ οὗ τις οὐχ ὑπονοεῖ καταβάλλουσιν ἄνδρα.

CAPUT XLIX
Quales esse decet accusatores, et testes.

Καθίσαντες οὖν ἐπὶ τὸ κριτήριον, παρόντων ἑκατέρων τῶν προσώπων, οὐ γὰρ ἐροῦμεν ἀδελφῶν, μέχρις οὗ ἐν εἰρήνῃ ἑαυτοὺς ἀπολάβωσιν, ἐρευνᾶτε ἀκριβῶς περὶ τῶν ἐνεχομένων: καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος, εἰ πρώτου τούτου κατηγορεῖ ἢ καὶ ἑτέροις τισὶν ἐγκλήματα κατενήνοχεν, καὶ εἰ μὴ ἐκ μέμψεως αὐτῶν ἡ φιλονεικία καὶ τὸ ἔγκλημα ὑπόκειται, καὶ ὁποία τις ἡ ἀναστροφὴ αὐτοῦ ὑπάρχει. Καὶ τοιοῦτος δὲ ὢν εὐσυνείδητος, μὴ πιστευέσθω μόνος, παράνομον γὰρ τὸ τοιοῦτον, ἀλλ' ἐχέτω καὶ ἑτέρους μάρτυρας ὁμοίους αὐτῷ τὸν τρόπον, καθὼς καὶ ὁ Νόμος λέγει: «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα» (Deut. XIX, 15). Διατί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ἐπιζητεῖσθαι ὁποῖος τυγχάνει; Ἐπειδὴ πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ συμφώνως προστῆναι τοῦ ψεύδους, ὡς τοὺς δύο πρεσβυτέρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι (Dan. XIII), καὶ τοὺς υἱοὺς τῶν παρανόμων κατὰ τοῦ Ναβουθὲ ἐν Σαμαρείᾳ (III Reg. XXI), καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ (Matth. XXVI) καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ (Act. VI et VII). Ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιεικεῖς, ἀγαπητικοί, σώφρονες, ἐγκρατεῖς, ἀπόνηροι, πιστοί, θεοσεβεῖς: ἡ γὰρ τῶν τοιούτων μαρτυρία καὶ διὰ τοῦ τρόπου αὐτῶν βεβαία καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν ἀληθὴς ὑπάρχει. Τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὴν μαρτυρίαν, εἰ καὶ συμφωνεῖν δοκοῦσιν ἐπὶ τῇ ψευδομαρτυρίᾳ: προστέτακται γὰρ ἐν τοῖς Νόμοις: «Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ, οὐ παραδέξῃ ἀκοὴν ματαίαν, οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον» (Exod. XXIII, 1, 2).

CAPUT LI
Exemplum justi judicii capiatur de cautione quam in sententiis judices gentiles adhibent.

Εἴπομεν δέ, ὅτι κρίσεις οὐ δίκαιον μονομερεῖς ποιεῖσθαι. Ἐὰν γὰρ τοῦ ἑνὸς προσώπου ἀκούσητε, μὴ παρόντος τοῦ ἑτέρου μηδὲ ἀπολογησαμένου πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα, καὶ προπετῶς ἐξενέγκητε ψῆφον κατακρίσεως, ἔνοχοι τῆς ἀναιρέσεως καὶ συμμερισταὶ τῷ συκοφάντῃ παρὰ Θεῷ εὑρεθήσεσθε τῷ δικαίῳ κριτῇ. «Ὡς γὰρ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως» (Prov. XXVI, 17). Ἐὰν δὲ μιμηταὶ γένησθε τῶν ἐν Βαβυλῶνι πρεσβυτέρων, οἵτινες καταμαρτυρήσαντες τῆς Σωσάννης ἀδίκως κατεδίκασαν αὐτὴν εἰς θάνατον, ἔνοχοι τῆς ἐκείνων κρίσεως καὶ καταδίκης γενήσεσθε, ὅτι τὴν μὲν Σωσάνναν ὁ Κύριος διὰ τοῦ Δανιὴλ ἐρρύσατο ἐκ χειρὸς παρανόμων, τοὺς δὲ ἐνόχους τοῦ αἵματος αὐτῆς πρεσβυτέρους ἐν πυρὶ κατεδίκασεν, ὑμᾶς δὲ δι' αὐτοῦ ὠνείδισεν λέγων: «Οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; Οὐκ ἀνακρίναντες οὐδὲ τὸ ἀληθὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε οὖν εἰς τὸ κριτήριον: ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆ» (Dan. XIII, 48, 49).

LIBER QUARTUS

CAPUT XI
De parentibus et filiis.

Οἱ μέντοι πατέρες παιδεύετε τὰ τέκνα ὑμῶν ἐν Κυρίῳ, ἐκτρέφοντες αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδάσκετε αὐτὰ ἐπιτηδείους καὶ ἁρμοζούσας τῷ λόγῳ τέχνας, ἵνα μὴ διὰ τῆς εὐκαιρίας καταστρηνιάσαντα καὶ ἀνεπιτίμητα ὑπὸ τῶν γονέων μείναντα, πρὸ ὥρας ἀνέσεως τυχόντα, ἀφηνιάσωσιν τοῦ καλοῦ. Διὸ μὴ εὐλαβεῖσθε αὐτοῖς ἐπιπλήσσειν, σωφρονίζοντες αὐτὰ μετὰ ἐμβριθείας: οὐ γὰρ ἀποκτενεῖτε αὐτὰ παιδεύοντες, μᾶλλον δὲ σώσετε αὐτά, καθώς που καὶ ὁ Σολομὼν ἐν τῇ Σοφίᾳ φησίν: «Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε: οὕτως γὰρ ἔσται σοι εὔελπις: σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου» (Prov. XXXIX, 17 et XIX, 18 et XXIII, 14). Καὶ πάλιν λέγει ὁ αὐτὸς οὕτως: «Ὃς φείδεται τῆς βακτηρίας ἑαυτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν» (Prov. XIII, 24). Καὶ ἑξῆς: «θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἐστὶν νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι» (Sir. XXX, 12). Ὃς φείδεται οὖν παραινεῖν καὶ σωφρονίζειν τὸν ἑαυτοῦ υἱόν, μισεῖ τὸν ἴδιον παῖδα. Ἐκδιδάσκετε οὖν ὑμῶν τὰ τέκνα τὸν λόγον Κυρίου, στύφετε δὲ αὐτὰ καὶ δαρμοῖς καὶ ποιεῖτε ὑποτακτικά, ἀπὸ βρέφους διδάσκοντες αὐτὰ ἱερὰ γράμματα, ἡμέτερά τε καὶ θεῖα, καὶ πᾶσαν Γραφὴν θείαν παραδιδόντες αὐτοῖς, ἄνεσιν αὐτοῖς μὴ διδόντες κατεξουσιάζειν ὑμῶν παρὰ τὴν ὑμετέραν γνώμην, μετὰ ὁμηλίκων εἰς συμπόσιον μὴ ἐῶντες αὐτὰ συμβάλλειν (Prov. XXIII, 20): οὕτω γὰρ εἰς ἀταξίαν ἐκτραπήσονται καὶ εἰς πορνείαν περιπεσοῦνται. Καὶ ἐὰν παρὰ τὴν τῶν γονέων ἀμέλειαν τοῦτο πάθωσιν, ἔνοχοι τῶν ψυχῶν αὐτῶν οἱ γεννήσαντες ὑπάρξουσιν: εἰ γὰρ τῇ τῶν γονέων ῥᾳθυμίᾳ σύνεισιν ἀκολάστοις, οἱ παῖδες ἁμαρτήσαντες οὐκ αὐτοὶ μόνοι κολασθήσονται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν οἱ γονεῖς αὐτῶν κριθήσονται. Διὰ τοῦτο σπουδάζετε ὥρᾳ γάμου ζευγνύναι καὶ συναλλάσσειν αὐτά, ἵνα μὴ τῆς ἡλικίας ἐν τῇ ἀκμῇ ζεούσης ἔθη πορνοκόπα ἀποβῇ, καὶ ὑμεῖς ἀπαιτηθήσεσθε τὸν λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὸ Κυρίου τοῦ Θεοῦ.

LIBER QUINTUS

CAPUT XX
Prædictio prophetiæ de Christo Jesu.

Καὶ γὰρ καὶ νῦν δεκάτῃ τοῦ Γορπιαίου μηνὸς συναθροιζόμενοι τοὺς Θρήνους Ἱερεμίου ἀναγινώσκουσιν, ἐν οἷς εἴρηται: «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν» (Thren. IV, 20), καὶ τὸν Βαρούχ, ἐν ᾧ γέγραπται: «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν: ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδειξεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ: μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» (Baruch III, 36-38). Καὶ ὅταν ἀναγνῶσιν, κόπτονται καὶ θρηνοῦσιν, ὡς μὲν αὐτοὶ νομίζουσιν, τὴν ἐρημίαν τὴν ὑπὸ Ναβουχοδονόσορ γενομένην, ὡς δὲ ἡ ἀλήθεια ἔχει, προοίμια ποιοῦνται ἄκοντες τοῦ μέλλοντος αὐτοὺς καταλαμβάνειν πένθους. Μετὰ δὲ δέκα ἡμέρας τῆς ἀναλήψεως, ἥτις ἀπὸ τῆς πρώτης κυριακῆς πεντηκοστὴ γίνεται, ἑορτὴ μεγάλη ὑμῖν ἔστω: ἐν αὐτῇ γὰρ ὥρᾳ τρίτῃ ἀπέστειλεν εἰς ἡμᾶς ὁ Κύριος Ἰησοῦς τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, καὶ ἐπλήσθημεν αὐτοῦ τῆς ἐνεργείας καὶ γλώσσαις καιναῖς ἐλαλήσαμεν, καθὼς ἐκεῖνο ὑπήχει ἐν ἡμῖν (Act. II, 4), καὶ ἐκηρύξαμεν Ἰουδαίοις τε καὶ ἔθνεσιν, αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ τὸν ὡρισμένον ὑπ' αὐτοῦ κριτὴν ζώντων καὶ νεκρῶν (Act. X, 42). Τοῦτον Μωϋσῆς μαρτυρῶν ἔλεγεν: «Ἔλαβεν Κύριος παρὰ Κυρίου πῦρ καὶ ἔβρεξεν» (Gen. XIX, 24). Τοῦτον εἶδεν Ἰακὼβ ὡς ἄνθρωπον καὶ εἶπεν: «Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή» (Gen. XXXII, 31). Τοῦτον Ἀβραὰμ ξενοδοχήσας κριτὴν ὡμολόγει καὶ ἑαυτοῦ Κύριον (Gen. XVIII, 23-27). Τοῦτον Μωϋσῆς ἐπὶ τῆς βάτου τεθέαται (Exod. III, 2): περὶ τούτου ἐν Δευτερονομίῳ ἔλεγεν: «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ: αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς: ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς» (Deut. XVIII, 15). Τοῦτον εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατιάρχην τῆς δυνάμεως Κυρίου καθωπλισμένον, σύμμαχον εἰς Ἱεριχώ, ᾧ καὶ πεσὼν προσεκύνησεν, ὡς δοῦλος δεσπότῃ (Jos. V, 15). Τοῦτον Σαμουὴλ εἰδὼς Χριστὸν Θεοῦ (I Reg. XII, 3) τοὺς ἱερεῖς καὶ τοὺς βασιλεῖς χριστοὺς ὠνόμαζεν. Τοῦτον Δαυὶδ εἰδὼς ἔψαλλεν τὴν ὑπὲρ αὐτοῦ ᾠδὴν λέγων: «Ὠιδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ» (Psal. XLIV, 1). Καὶ ἐπιφέρων εἰς πρόσωπον αὐτοῦ ἔφασκεν: «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου: τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως λαοὶ ὑποκάτω σου πεσοῦνται: διὰ τοῦτο ἔχρισέν σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» (Ibid. 4). Περὶ αὐτοῦ καὶ ὁ Σολομὼν ἔλεγεν ὡς ἐκ προσώπου αὐτοῦ: «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» (Prov. VIII, 22). Καὶ πάλιν: «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον» (Prov. IX, 1). Περὶ αὐτοῦ καὶ Ἡσαΐας ἔλεγεν: «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται» (Isa. XI, 1). Καὶ: «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν» (Ibid. 10). Ζαχαρίας δέ: «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι δίκαιος καὶ σῴζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου» (Zach. IX, 9). Τοῦτον Δανιὴλ Υἱὸν ἀνθρώπου εἶναι λέγει ἐρχόμενον πρὸς τὸν Πατέρα (Dan. VII, 13), καὶ πᾶσαν τὴν κρίσιν καὶ τὴν τιμὴν παρ' ἐκείνου ὑποδεχόμενον, καὶ λίθον ἀπὸ ὄρους ἄνευ χειρῶν τμηθέντα καὶ γενόμενον εἰς ὄρος μέγα καὶ πληρώσαντα πᾶσαν τὴν γῆν (Dan. II, 34), συντρίβοντα πολυαρχίαν τοπαρχιῶν καὶ πολυθεΐαν ἀθέων, κηρύσσοντα δὲ τὸν ἕνα Θεὸν καὶ χειροτονοῦντα τὴν τῶν Ῥωμαίων μοναρχίαν. Περὶ τούτου καὶ Ἱερεμίας προφητεύων ἔλεγεν: «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν: ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν» (Thren. IV, 20). Καὶ Ἰεζεκιὴλ δὲ καὶ οἱ καθεξῆς προφῆται πανταχοῦ, τοῦτον εἶναι Χριστὸν Κύριον, βασιλέα, κριτήν, νομοθέτην, ἄγγελον τοῦ Πατρός, μονογενῆ Θεόν. Τοῦτον οὖν καὶ ἡμεῖς κηρύσσομεν ὑμῖν καὶ εὐαγγελιζόμεθα Θεὸν Λόγον, ὑπηρετούμενον τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν: τούτῳ πιστεύοντες ζήσεσθε, ἀπιστοῦντες δὲ κολασθήσεσθε. «Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν» (Joan. III, 36). Μετὰ οὖν τὸ ἑορτάσαι ὑμᾶς τὴν πεντηκοστὴν ἑορτάσατε μίαν ἑβδομάδα, καὶ μετ' ἐκείνην νηστεύσατε μίαν: δίκαιον γὰρ καὶ εὐφρανθῆναι ἐπὶ τῇ ἐκ Θεοῦ δωρεᾷ καὶ νηστεῦσαι μετὰ τὴν ἄνεσιν. Καὶ γὰρ καὶ Μωϋσῆς καὶ Ἠλίας ἐνήστευσαν τεσσαράκοντα ἡμέρας (Exod. XXXIV, 28; III Reg. XIX, 8), καὶ Δανιὴλ τρεῖς ἑβδομάδας ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν (Dan. X, 2), καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ. Καὶ ἡ μακαρία Ἄννα αἰτουμένη τὸν Σαμουὴλ λέγει: «Οἶνον καὶ σίκερα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον Κυρίου» (I Reg. I, 15). Καὶ Νινευῖται, νηστεύσαντες τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, τῆς ὀργῆς τὴν πεῖραν ἀπέφυγον (Jon. III, 5), καὶ Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ Ἰουδὶθ τὴν τῶν ἀσεβῶν ἐπανάστασιν νηστεύσαντες ἀπέφυγον Ὀλοφέρνου καὶ Ἀμάν (Esther IV, 16; Judith VIII, 6). Καὶ Δαυὶδ λέγει: «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον» (Psal. CVIII, 24). Καὶ ὑμεῖς οὖν νηστεύοντες αἰτεῖσθε παρὰ τοῦ Θεοῦ τὰ αἰτήματα ὑμῶν. Μετὰ δὲ τὴν ἑβδομάδα τῆς νηστείας πᾶσαν τετράδα καὶ πᾶσαν παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν, καὶ τὴν περισσείαν ὑμῶν τῆς νηστείας πένησιν ἐπιχορηγεῖν. Πᾶν μέντοι σάββατον ἄνευ τοῦ ἑνὸς καὶ πᾶσαν κυριακὴν ἐπιτελοῦντες συνόδους εὐφραίνεσθε: ἔνοχος γὰρ ἁμαρτίας ἔσται ὁ τὴν κυριακὴν νηστεύων, ἡμέραν ἀναστάσεως οὖσαν, ἢ τὴν πεντηκοστὴν ἢ ὅλως ἡμέραν ἑορτῆς Κυρίου κατηφῶν: εὐφρανθῆναι γὰρ δεῖ ἐν αὐταῖς, ἀλλ' οὐ πενθῆσαι.

LIBER SEXTUS

CAPUT V
Qua de causa rejectus fuerit, qui falso nominatur Israel, demonstratio ex propheticis prædicationibus.

Φευκτέοι γάρ εἰσιν ὡς ἀληθῶς οἱ βλασφημοῦντες Θεόν: οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀσεβῶν ἄγνοιαν ἔχουσιν Θεοῦ, οὗτοι δὲ κακόνοιαν ὡς θεομάχοι νοσοῦσιν: ἐκ γὰρ τῆς κακίας τῶν αἱρεσιωτῶν ἐξῆλθεν μόλυσμα ἐπὶ πᾶσαν τὴν γῆν, ὥς φησιν Ἱερεμίας ὁ προφήτης (Jer. XXIII, 15). Ἀποβληθείσης γὰρ τῆς συναγωγῆς τῆς πονηρᾶς ὑπὸ Κυρίου τοῦ Θεοῦ καὶ τοῦ οἴκου ἀπορριφέντος ὑπ' αὐτοῦ, καθώς πού φησιν: «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου» (Jer. XII, 7). Καὶ πάλιν Ἡσαΐας: «Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν» (Isa. V, 6) Ἐγκαταλιπὼν οὖν τὸν λαὸν ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλιν πολιορκουμένην (Isa. I, 8), περιελὼν δὲ ἀπ' αὐτῶν καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν προφητικὸν ὑετόν, ἐπλήρωσεν τὴν αὐτοῦ Ἐκκλησίαν πνευματικῆς χάριτος ὡς ποταμὸν Αἰγύπτου ἐν ἡμέραις νέων (Sir. XXIV, 35), καὶ ὑπερύψωσεν αὐτὴν ὡς οἶκον ἐπ' ὄρους ἢ ὡς ὄρος ὑπερφερές, ὡς ὄρος τετυρωμένον καὶ ὄρος πῖον, ἐν ᾧ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ: καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος (Psal. LXVII, 16). Καὶ ἐν τῷ Ἱερεμίᾳ λέγει: «Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν» (Jer. XVII, 12). Καὶ ἐν Ἡσαΐᾳ λέγει: «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν» (Isa. II, 2) Ἐπεὶ οὖν καὶ τὸν λαὸν ἐγκατέλιπεν, καὶ τὸν ναὸν ἀφῆκεν ἔρημον, σχίσας τὸ καταπέτασμα τοῦ ναοῦ καὶ λαβὼν ἀπ' αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον: «Ἰδοὺ γάρ, φησίν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος» (Matth. XXIII, 38), καὶ δοὺς ἐφ' ὑμᾶς τοὺς ἐξ ἐθνῶν τὴν πνευματικὴν χάριν, ὡς λέγει διὰ Ἰωὴλ τοῦ προφήτου: «Καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ Θεός, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται» (Joel II, 28), πᾶσαν γὰρ δύναμιν λόγου καὶ ἐνέργειαν καὶ τὴν τοιάνδε ἐπισκοπὴν ἀπάρας ὁ Θεὸς ἐκ τοῦ λαοῦ, εἰς ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἔθετο. Διὰ γὰρ τοῦτο ζηλώσας καὶ ὁ διάβολος τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν μετέστη εἰς ὑμᾶς, ἐπεγείρας ὑμῖν θλίψεις, διωγμούς, ἀκαταστασίας, βλασφημίας, σχίσματα, αἱρέσεις: ἐκεῖνον γὰρ τὸν λαὸν διὰ τῆς χριστοκτονίας εἰς ἑαυτὸν ὑπηγάγετο, ὑμᾶς δὲ ἀποστάντας αὐτοῦ τῆς ματαιότητος ἄλλοτε ἄλλως πειράζει, ὡς καὶ τὸν μακάριον Ἰώβ. Καὶ γὰρ τῷ μεγάλῳ ἀρχιερεῖ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀντέκειτο (Zach. III, 1), καὶ ἡμᾶς πολλάκις ἐξῃτήσατο (Luc. XXII, 31) ἐξυδαρωθῆναι, ὅπως ἐκλείπῃ ἡ πίστις ἡμῶν. Ἀλλ' ὁ ἡμέτερος Κύριος καὶ διδάσκαλος, ἐν δίκῃ καταστήσας αὐτόν, ἔλεγεν αὐτῷ: «Ἐπιτιμήσαι ἐν σοὶ Κύριος, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ: οὐκ ἰδοὺ τοῦτο ἐξεσπασμένον ὡς δαλός;» (Zach. III, 2) Καὶ ὁ εἰπὼν τότε τοῖς παρεστῶσιν τῷ ἀρχιερεῖ: «Περιέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ», καὶ ἐπειπών: «Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου ἀπὸ σοῦ», οὗτος ἐρεῖ καὶ νῦν, ὡς καὶ πάλαι συνηθροισμένων ἡμῶν ἔλεγεν περὶ ἡμῶν, ὅτι «Ἐδεήθην, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν» (Luc. XXII, 32).

CAPUT XIV
Qui prædicarint catholicam doctrinam,
et quæ sint illorum præcepta.

Δι' οὓς καὶ ἡμεῖς νῦν ἐπὶ τὸ αὐτὸ γενόμενοι Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης (Matth. X, 2) καὶ Ματθίας ὁ ἀντὶ Ἰούδα καταψηφισθεὶς σὺν ἡμῖν (Act. I, 26), Ἰάκωβός τε ὁ τοῦ Κυρίου ἀδελφὸς καὶ Ἱεροσολύμων ἐπίσκοπος, καὶ Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος (I Tim. II, 7), τὸ σκεῦος τῆς ἐκλογῆς (Act. IX, 15), ἅμα πάντες ἐπὶ τὸ αὐτὸ γενόμενοι, ἐγράψαμεν ὑμῖν τὴν καθολικὴν ταύτην διδασκαλίαν εἰς ἐπιστηρισμὸν ὑμῶν τῶν τὴν καθόλου ἐπισκοπὴν πεπιστευμένων, ἐν ᾗ δηλοῦμεν ὑμῖν: Θεὸν παντοκράτορα ἕνα μόνον ὑπάρχειν, παρ' ὃν ἄλλος οὐκ ἔστιν, καὶ αὐτὸν σέβειν μόνον καὶ προσκυνεῖν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν τῷ παναγίῳ Πνεύματι, καὶ ταῖς ἱεραῖς γραφαῖς χρῆσθαι, Νόμῳ καὶ Προφήταις, γονεῖς τιμᾶν, ἅπασαν ἔκθεσμον πρᾶξιν φεύγειν, ἀνάστασιν πιστεύειν καὶ κρίσιν καὶ ἀνταπόδοσιν προσδοκᾶν: Καὶ τοῖς κτίσμασιν αὐτοῦ πᾶσιν εὐχαρίστως προσέρχεσθαι ὡς Θεοῦ ἔργοις καὶ μηδὲν ἐν αὐτοῖς ἔχουσι φαῦλον, καὶ γαμεῖν νομίμως, ἄμεμπτος γὰρ ὁ τοιοῦτος γάμος, ὅτι καὶ «παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί» (Prov. XIX, 14), καὶ ὁ Κύριος λέγει: «Ὁ ποιήσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν: ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» (Matth. XIX, 4). Μήτε μὴν μετὰ γάμον ἐκβάλλειν ἀκατάγνωστον ἐξέστω. «Φυλάξῃ γάρ, φησίν, τῷ πνεύματί σου καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς, ὅτι αὐτὴ κοινωνὸς βίου σου καὶ λῆμμα πνεύματός σου, καὶ ἐγὼ ἐποίησα καὶ οὐκ ἄλλος» (Mal. II, 15, 14). Φάσκει γὰρ ὁ Κύριος, ὅτι «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» (Matth. XIX, 6). Ἡ γὰρ γυνὴ κοινωνός ἐστι βίου, ἑνουμένη εἰς ἓν σῶμα ἐκ δύο παρὰ Θεοῦ: ὁ δὲ τὸ ἓν ἀνάπαλιν διαιρῶν εἰς δύο ἐχθρὸς δημιουργίας Θεοῦ καὶ προνοίας τῆς ἐκείνου ἀντίπαλος, ὡσαύτως ὁ κατέχων τὴν παραφθαρεῖσαν καὶ παραφθείρασαν φύσεως θεσμὸν παράνομος, ἐπείπερ «ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής» (Prov. XVIII, 22a). «Ἀπότεμνε γάρ, φησίν, αὐτήν, ἀπὸ τῶν σαρκῶν σου» (Sir. XXV, 36). Οὐ γάρ ἐστι βοηθός, ἀλλ' ἐπίβουλος, πρὸς ἄλλον ἀποκλίνασα τὴν διάνοιαν. Μήτε δὲ περιτέμνεσθαι τὴν σάρκα, ἀρκεῖσθαι δὲ πιστοῖς τὴν τῆς καρδίας περιτομὴν ἐν πνεύματι (Rom. II, 29): «Περιτμήθητε γάρ, φησίν, τῷ θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν» (Jer. IV, 4).

CAPUT XV
Quod nec oporteat rebaptizare;
nec recipere baptismum ab impiis collatum,
qui non est baptismus, sed inquinamentum.

Ὁμοίως καὶ βαπτίσματι ἑνὶ ἀρκεῖσθαι μόνῳ τῷ εἰς τὸν τοῦ Κυρίου θάνατον δεδομένῳ (Rom. VI, 4), οὐ τῷ παρὰ τῶν δυσωνύμων αἱρετικῶν, ἀλλὰ τῷ παρὰ τῶν ἀμέμπτων ἱερέων δεδομένῳ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μήτε δὲ τὸ παρὰ τῶν ἀσεβῶν δεκτὸν ὑμῖν ἔστω, μήτε τὸ παρὰ τῶν ὁσίων ἀκυρούσθω διὰ δευτέρου. Ὡς γὰρ εἷς ὁ Θεὸς (Ephes. IV, 5) καὶ εἷς ὁ Χριστὸς καὶ εἷς ὁ παράκλητος, εἷς δὲ καὶ ὁ τοῦ Κυρίου ἐν σώματι θάνατος, οὕτως ἓν ἔστω καὶ τὸ εἰς αὐτὸν διδόμενον βάπτισμα: οἱ δὲ παρὰ τῶν ἀσεβῶν δεχόμενοι μόλυσμα κοινωνοὶ τῆς γνώμης αὐτῶν γενήσονται. Οὐ γάρ εἰσιν ἐκεῖνοι ἱερεῖς: λέγει γὰρ πρὸς αὐτοὺς ὁ Θεός: «Ἐπεὶ καὶ σὺ ἀπώσω γνῶσιν, ἀπώσομαί σε κἀγὼ τοῦ ἱερατεύειν μοι» (Ose. IV, 6) Οὔτε μὴν οἱ βαπτισθέντες ὑπ' αὐτῶν μεμύηνται, ἀλλὰ μεμολυσμένοι ὑπάρχουσιν, οὐκ ἄφεσιν ἁμαρτιῶν λαμβάνοντες, ἀλλὰ δεσμὸν ἀσεβείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ τοὺς μεμυημένους ἐκ δευτέρου βαπτίζειν πειρώμενοι ἀνασταυροῦσιν τὸν Κύριον (Hebr. VI, 6), ἀναιροῦσιν αὐτὸν ἐκ δευτέρου, γελῶσιν τὰ θεῖα, μυκτηρίζουσι τὰ ἅγια, ὑβρίζουσι τὸ Πνεῦμα, τὸ αἷμα τὸ ἅγιον ὡς κοινὸν ἀτιμάζουσιν: ἀσεβοῦσιν εἰς τὸν ἀποστείλαντα, εἰς τὸν παθόντα, εἰς τὸν μαρτυρήσαντα. Ἀλλὰ καὶ ὁ ἐκ καταφρονήσεως μὴ βουλόμενος βαπτισθῆναι ὡς ἄπιστος κατακριθήσεται, καὶ ὀνειδισθήσεται ὡς ἀχάριστος καὶ ἀγνώμων Λέγει γὰρ ὁ Κύριος: «Ἐὰν μή τις βαπτισθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Joan. III, 5) Καὶ πάλιν: «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται» (Marc. XVI, 16) Ὁ δὲ λέγων, ὅτι ὅταν τελευτῶ βαπτίζομαι, ἵνα μὴ ἁμαρτήσω καὶ ῥυπανῶ τὸ βάπτισμα, οὗτος ἄγνοιαν Θεοῦ ἔχει καὶ τῆς ἑαυτοῦ φύσεως ἐπιλήσμων τυγχάνει: «Μὴ ἀναβάλλου γάρ, φησίν, ἐπιστρέψαι πρὸς Κύριον: οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα» (Sir. V, 7; Prov. XXVII, 14). Βαπτίζετε δὲ ὑμῶν καὶ τὰ νήπια, καὶ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Θεοῦ: «Ἄφετε γάρ, φησί, τὰ παιδία ἔρχεσθαι πρὸς μὲ καὶ μὴ κωλύετε αὐτά» (Matth. XIX, 14).

CAPUT XXIII
Quo modo Christus fuerit perfector
legis; et quænam ex ea aboleverit,
aut mutarit, aut transtulerit.

Τόν τε γὰρ φυσικὸν νόμον οὐκ ἀνεῖλεν, ἀλλ' ἐβεβαίωσεν. Ὁ γὰρ εἰρηκὼς ἐν τῷ Νόμῳ: «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν» (Deut. VI, 4), ὁ αὐτὸς ἐν τῷ Εὐαγγελίῳ λέγει: «Ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν Θεόν» (Joan. XVII, 3), καὶ ὁ εἰρηκώς: «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν» (Levit. XIX, 18), ἐν τῷ Εὐαγγελίῳ λέγει ἀνανεούμενος: «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους» (Joan. XIII, 34). Ὁ φόνον τότε ἀπαγορεύσας, νῦν καὶ εἰκαίαν ὀργήν (Matth. V, 22), ὁ μοιχείαν, νῦν καὶ ἐπιθυμίαν ἔκνομον: ὁ λῃστείαν, νῦν ἐμακάρισεν μᾶλλον τὸν ἐξ οἰκείων πόνων ἐπιχορηγοῦντα τοῖς δεομένοις (Act. XX, 35), ὁ μῖσος, νῦν καὶ πρὸς ἐχθροὺς ἀγάπην, ὁ ἄμυναν, νῦν ἀνεξικακίαν (Matth. V, 7, 43-44), οὐκ ἀδίκου τῆς δικαίας ἀμύνης οὔσης, ἀλλὰ κρείττονος τῆς ἀνεξικακίας: οὔτε δὲ τὰ φυσικὰ πάθη ἐκκόπτειν ἐνομοθέτησεν, ἀλλὰ τὴν τούτων ἀμετρίαν. Ὁ γονεῖς προστάξας τιμᾶν αὐτὸς τούτοις ὑπετάγη (Luc. II, 51), ὁ σαββατίζειν δι' ἀργίας νομοθετήσας διὰ τὴν τῶν νόμων μελέτην νῦν καθ' ἡμέραν ἐκέλευσεν ἡμᾶς, ἀναλογιζομένους δημιουργίας καὶ προνοίας νόμον, εὐχαριστεῖν τῷ Θεῷ. Τὴν περιτομὴν ἔπαυσεν, εἰς ἑαυτὸν πληρώσας: αὐτὸς γὰρ ἦν «ᾧ ἀπέκειτο ἡ προσδοκία τῶν ἐθνῶν» (Gen. XLIX, 10). Ὁ εὐορκεῖν νομοθετήσας καὶ τὸ ἐπιορκεῖν ἀπαγορεύσας τὸ μηδ' ὀμνῦναι παρήγγειλεν (Matth. V, 33). Τὸ βάπτισμα, τὴν θυσίαν, τὴν ἱερωσύνην, τὴν τοπικὴν λατρείαν ἑτέρως μετεποίησεν, ἀντὶ μὲν καθημερινοῦ ἓν μόνον δοὺς βάπτισμα τὸ εἰς τὸν αὐτοῦ θάνατον, ἀντὶ δὲ μιᾶς φυλῆς ἀφ' ἑκάστου ἔθνους προστάξας τοὺς ἀρίστους εἰς ἱερωσύνην προχειρίζεσθαι, καὶ οὐ τὰ σώματα μωμοσκοπεῖσθαι, ἀλλὰ θρησκείαν καὶ βίους: ἀντὶ θυσίας τῆς δι' αἱμάτων τὴν λογικὴν καὶ ἀναίμακτον καὶ τὴν μυστικήν, ἥτις εἰς τὸν θάνατον τοῦ Κυρίου συμβόλων χάριν ἐπιτελεῖται, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος: ἀντὶ δὲ τοπικῆς λατρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ προσέταξεν δοξάζεσθαι αὐτὸν καὶ ἐδικαίωσεν (Psal. CXII, 3; Malach. I, 11). Οὐ νόμον οὖν περιεῖλεν ἀφ' ἡμῶν, ἀλλὰ δεσμά: περὶ γὰρ τοῦ νόμου καὶ Μωϋσῆς λέγει: «Μελετήσεις τὸ ῥῆμα, ὃ ἐγώ σοι ἐντέλλομαι, καθήμενος ἐν οἴκῳ καὶ ἀνιστάμενος καὶ περιπατῶν ἐν ὁδῷ» (Deut. VI, 6). Καὶ ὁ Δαυὶδ λέγει: «Ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός» (Psal. I, 2) Πανταχοῦ γὰρ ἐννόμους ἡμᾶς εἶναι βούλεται, ἀλλ' οὐχὶ παρανόμους: «Μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου: μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅδῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν» (Psal. CXVIII, 1) Καὶ πάλιν: «Μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ γνωστὰ ἡμῖν ἐστιν» (Baruch IV, 4) Καὶ ὁ Κύριός φησιν: «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά» (Joan. XIII, 17).

CAPUT XXX
Quod Judæis ac gentilibus consuetudo sit,
una observare naturales purgationes et
mortuorum reliquias abominari;
a Christianis vero alienum.

Μὴ παρατηρεῖσθε οὖν τὰ ἔννομα καὶ φυσικά, νομίζοντες μολύνεσθαι δι' αὐτῶν, μηδὲ ἐπιζητεῖτε ἰουδαϊκοὺς ἀφορισμοὺς, ἢ συνεχῆ βαπτίσματα (Levit. XII, etc), ἢ καθαρισμοὺς ἐπὶ θίξει νεκροῦ (Num. XIX). Ἀπαρατηρήτως δὲ συναθροίζεσθε ἐν τοῖς κοιμητηρίοις, τὴν ἀνάγνωσιν τῶν ἱερῶν βιβλίων ποιούμενοι καὶ ψάλλοντες ὑπὲρ τῶν κεκοιμημένων μαρτύρων καὶ πάντων τῶν ἀπ' αἰῶνος ἁγίων καὶ τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Κυρίῳ κεκοιμημένων, καὶ τὴν ἀντίτυπον τοῦ βασιλικοῦ σώματος Χριστοῦ δεκτὴν εὐχαριστίαν προσφέρετε ἔν τε ταῖς ἐκκλησίαις ὑμῶν καὶ ἐν τοῖς κοιμητηρίοις, καὶ ἐν ταῖς ἐξόδοις τῶν κεκοιμημένων ψάλλοντες προπέμπετε αὐτούς, ἐὰν ὦσιν πιστοὶ ἐν Κυρίῳ. «Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ» (Psal. CXV, 15). Καὶ πάλιν: «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐεργέτησέν σε» (Psal. CXIV, 7). Καὶ ἐν ἄλλοις: «Μνήμη δικαίων μετ' ἐγκωμίων» (Prov. X, 7), καί: «Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ» (Sap. III, 1). Οἱ γὰρ Θεῷ πεπιστευκότες, ἐὰν καὶ κοιμηθῶσιν, οὐκ εἰσὶν νεκροί: λέγει γὰρ ὁ Σωτὴρ τοῖς Σαδδουκαίοις: «Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ γεγραμμένον (Matth. XXII, 31), ὅτι ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; (Exod. III, 6) Οὐκ ἔστιν οὖν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν» (Luc. XX, 38). Οὔκουν τῶν παρὰ Θεῷ ζώντων οὐδὲ τὰ λείψανα ἄτιμα. Καὶ γὰρ Ἐλισσαῖος ὁ προφήτης μετὰ τὸ κοιμηθῆναι αὐτὸν νεκρὸν ἤγειρε πεφονευμένον ὑπὸ πειρατῶν Συρίας: ἔψαυσεν γὰρ τὸ σῶμα αὐτοῦ τῶν Ἐλισσαίου ὀστέων, καὶ ἀναστὰς ἔζησεν (IV Reg. XIII, 21): οὐκ ἂν δὲ ἐγεγόνει τοῦτο, εἰ μὴ ἦν τὸ σῶμα Ἐλισσαίου ἅγιον. Καὶ Ἰωσὴφ ὁ σώφρων περιεπλέκετο τῷ Ἰακὼβ μετὰ τὸ ἀποθανεῖν ὄντι ἐπὶ τῆς κλίνης (Gen. L, 1), καὶ Μωϋσῆς (Exod. XIII, 19) καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ (Jos. XXIV, 32) ἐπεφέροντο τὰ λείψανα τοῦ Ἰωσήφ, μολυσμὸν οὐχ ἡγούμενοι τοῦτο. Ὅθεν καὶ ὑμεῖς, ὦ ἐπίσκοποι καὶ οἱ λοιποί, ἀπαρατηρήτως ἁπτόμενοι τῶν κεκοιμημένων μὴ νομίσητε μιαίνεσθαι, μηδὲ βδελύσσεσθε τὰ τούτων λείψανα, περιϊστάμενοι τὰς τοιαύτας παρατηρήσεις μωρὰς οὔσας: καὶ κοσμεῖτε ἑαυτοὺς ἐν ἁγιασμῷ καὶ σωφροσύνῃ, ὅπως μέτοχοι τῆς ἀθανασίας καὶ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ γένησθε καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ λάβητε, ἀναπαυόμενοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος αἰωνίως. Τῷ οὖν δυναμένῳ ἀνοῖξαι τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς τὸ καταδέχεσθαι τὰ διηκονημένα τοῦ Θεοῦ λόγια διά τε τοῦ Εὐαγγελίου καὶ διὰ τῆς διδασκαλίας Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου καὶ κοιμηθέντος καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ πάλιν ἐρχομένου ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης καὶ δυνάμεως πολλῆς (Marc. XIII, 26), καὶ τοὺς μὲν νεκροὺς ἀνεγείροντος, τῷ κόσμῳ δὲ τέλος ἐπάγοντος, ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν ἀπονέμοντος: τῷ δόντι ἡμῖν ἀρραβῶνα τῆς ἀναστάσεως ἑαυτὸν καὶ εἰς οὐρανοὺς ἀναληφθέντι διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ ἐπ' ὄψεσιν ἡμετέραις (Marc. XVI, 19), τοῖς συμφαγοῦσιν αὐτῷ καὶ συμπιοῦσιν ἐπὶ ἡμέρας τεσσαράκοντα μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν (Act. I, 2, etc.), καὶ καθεσθέντι ἐκ δεξιῶν τοῦ θρόνου τῆς μεγαλωσύνης τοῦ παντοκράτορος Θεοῦ (Hebr. VIII, 1) ἐπὶ τῶν Χερουβίμ (Psal. LXXIX, 2), τῷ ἀκούσαντι: «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου» (Psal. CIX, 1), ὃν ἐθεάσατο Στέφανος ὁ μακαριώτατος ἑστῶτα ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἀναβοήσας εἶπεν: «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ ὡς ἀρχιερέα πάντων τῶν λογικῶν ταγμάτων» (Act. VII, 55), δι' οὗ τὸ σέβας καὶ ἡ μεγαλωσύνη καὶ ἡ δόξα τῷ παντοκράτορι Θεῷ καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν.

LIBER SEPTIMUS

CAPUT II
Morales admonitiones Dominicarum conftitutionum, concordantes cum antiqua exhortatione divinarum Legum. Interditio iræ, homicidii, abominandæ Veneris, adulterii, omnífque vetitæ actionis.

Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς: καὶ ἔστιν αὕτη, ἣν καὶ ὁ Νόμος διαγορεύει: «Ἀγαπᾶν Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς ψυχῆς (Deut. VI, 5), τὸν ἕνα καὶ μόνον, παρ' ὃν ἄλλος οὐκ ἔστιν (Marc. XII, 32), καὶ τὸν πλησίον ὡς ἑαυτόν» (Lev. XIX, 18). Καὶ: «Πᾶν, ὃ μὴ θέλεις γενέσθαι σοι, τοῦτο ἄλλῳ οὐ ποιήσεις» (Tob. IV, 16). «Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς; Καὶ γὰρ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν» (Matth. V, 44; Luc. VI, 32; Matth. V, 47) Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς. Καὶ ἐχθρὸν οὐχ ἕξετε. «Οὐ μισήσεις γὰρ πάντα ἄνθρωπον, φησί, οὐκ Αἰγύπτιον, οὐκ Ἰδουμαῖον» (Deut. XXIII), ἅπαντες γάρ εἰσιν τοῦ Θεοῦ ἔργα. Φεύγετε δὲ οὐ τὰς φύσεις, ἀλλὰ τὰς γνώμας τῶν πονηρῶν. «Ἀπέχου τῶν σαρκικῶν καὶ κοσμικῶν ἐπιθυμιῶν. Ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην» (I Petr. II, 11; Matth. V, 39), οὐ φαύλης οὔσης τῆς ἀμύνης, ἀλλὰ τιμιωτέρας τῆς ἀνεξικακίας. Λέγει γὰρ ὁ Δαυίδ: «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά» (Psal. VII, 5) «Ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο, καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον (Matth. V, 41, 40), καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι παρὰ σοῦ μὴ ἀποκλείσῃς τὴν χεῖρα» (Luc. VI, 30; Matth. V, 42); «δίκαιος γὰρ ἀνὴρ οἰκτείρει καὶ κιχρᾷ» (Psal. CXII, 5); πᾶσι γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ «ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν ὑετὸν αὐτοῦ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους» (Matth. V, 45). Πᾶσιν οὖν δίκαιον διδόναι ἐξ οἰκείων πόνων: «Τίμα γάρ, φησί, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων» (Prov. III, 9). Προτιμητέον δὲ τοὺς ἁγίους (Fal. VI, 10). «Οὐ φονεύσεις» (Exod. XX, 15), τοῦτ' ἔστιν οὐ φθερεῖς τὸν ὅμοιόν σου ἄνθρωπον, διαλύεις γὰρ τὰ καλῶς γινόμενα: οὐχ ὡς παντὸς φόνου φαύλου τυγχάνοντος, ἀλλὰ μόνου τοῦ ἀθώου, τοῦ δ' ἐνδίκου ἄρχουσι μόνοις ἀφωρισμένου. Οὐ μοιχεύσεις, διαιρεῖς γὰρ μίαν σάρκα εἰς δύο: «Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν» (Gen. II, 24). Ἓν γάρ εἰσιν ἀνὴρ καὶ γυνὴ τῇ φύσει, τῇ συμπνοίᾳ, τῇ ἑνώσει, τῇ διαθέσει, τῷ βίῳ, τῷ τρόπῳ, κεχωρισμένοι δέ εἰσιν τῷ σχήματι καὶ τῷ ἀριθμῷ. Οὐδὲ παιδοφθορήσεις (Lev. XVIII, 22): παρὰ φύσιν γὰρ τὸ κακὸν ἐκ Σοδόμων φυέν, ἥτις πυρὸς θεηλάτου παρανάλωμα γέγονεν (Gen. XIX). «Ἐπικατάρατος δὲ ὁ τοιοῦτος καὶ ἐρεῖ πᾶς ὁ λαός: Γένοιτο» (Deut. XXVII). Οὐ πορνεύσεις: «Οὐκ ἔσται γάρ, φησίν, πορνεύων ἐν υἱοῖς Ἰσραήλ» (Deut. XXIII, 17). «Οὐ κλέψεις» (Exod. XX, 14): Ἄχαρ γὰρ κλέψας ἐν τῷ Ἰσραὴλ ἐν Ἱεριχὼ λίθοις βληθεὶς τοῦ ζῆν ὑπεξῆλθεν (Jos. VII), καὶ Γιεζεῖ κλέψας καὶ ψευσάμενος ἐκληρονόμησεν τοῦ Νεεμὰν τὴν λέπραν (IV Reg. V), καὶ Ἰούδας κλέπτων τὰ τῶν πενήτων (Joan. XII, 6), τὸν Κύριον τῆς δόξης παρέδωκεν Ἰουδαίοις, καὶ μεταμεληθεὶς ἀπήγξατο (Matth. XXVII) καὶ ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ (Act. I), καὶ Ἀνανίας καὶ Σαπφείρα ἡ τούτου γυνή, κλέψαντες τὰ ἴδια καὶ πειράσαντες τὸ Πνεῦμα Κυρίου, παραχρῆμα ἀποφάσει Πέτρου τοῦ συναποστόλου ἡμῶν ἐθανατώθησαν (Exod. XXII, 18).

CAPUT XI
De homine duplicis animi, seu modicæ fidei.

Μὴ γίνου δίψυχος ἐν προσευχῇ σου, εἰ ἔσται ἢ οὔ: λέγει γὰρ ὁ Κύριος ἐμοὶ Πέτρῳ ἐπὶ τῆς θαλάσσης: «Ὀλιγόψυχε, εἰς τί ἐδίστασας;» (Matth. XIV, 31) Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὴν χεῖρα, πρὸς δὲ τὸ δοῦναι συστέλλων (Sir. IV, 36).

CAPUT XXXIII
Oratio prædicans variam providentiam.

Αἰώνιε Σῶτερ ἡμῶν, ὁ βασιλεὺς τῶν θεῶν, ὁ ὢν μόνος παντοκράτωρ καὶ Κύριος (Esth. XIV, 12), ὁ Θεὸς πάντων τῶν ὄντων καὶ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν τῶν πρὸ ἡμῶν, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ (Exod. III, 6), ὁ ἐλεήμων καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, ᾧ πᾶσα γυμνοφανὴς βλέπεται καρδία καὶ πᾶν κρύφιον ἐνθύμημα ἀποκαλύπτεται, πρὸς σὲ βοῶσιν ψυχαὶ δικαίων, ἐπὶ σοὶ πεποίθασιν ἐλπίδες ὁσίων.

CAPUT XXXIV
Oratio prædicans variam creationem.

Εὐλογητὸς εἶ, Κύριε βασιλεῦ τῶν αἰώνων, ὁ διὰ Χριστοῦ ποιήσας τὰ ὅλα καὶ δι' αὐτοῦ ἐν ἀρχῇ κοσμήσας τὰ ἀκατασκεύαστα, ὁ διαχωρίσας ὕδατα ὑδάτων στερεώματι, ὁ καὶ πνεῦμα ζωτικὸν τούτοις ἐμβαλών, ὁ γῆν ἑδράσας καὶ οὐρανὸν ἐκτείνας καὶ τὴν ἑκάστου τῶν κτισμάτων ἀκριβῆ διάταξιν κοσμήσας (Gen. I). Σῇ γὰρ ἐνθυμήσει, Δέσποτα, κόσμος πεφαίδρυται, οὐρανὸς δὲ ὡς καμάρα πεπηγμένος ἠγλάϊσται ἄστροις (IV Esd. XVI, 60), ἕνεκεν παραμυθίας τοῦ σκότους, φῶς δὲ καὶ ἥλιος εἰς ἡμέρας καὶ καρπῶν γονὴν γεγένηνται, σελήνη δὲ εἰς τροπὴν καιρῶν αὔξουσα καὶ μειουμένη, καὶ νὺξ ὠνομάζετο καὶ ἡμέρα προσηγορεύετο, στερέωμα δὲ διὰ μέσων ἀβύσσων ἐδείκνυτο καὶ εἶπας συναχθῆναι τὰ ὕδατα καὶ ὀφθῆναι τὴν ξηράν.

CAPUT XXXVII
Oratio continens memoriam providentiæ ac enumerationem variorum benficiorum, quæ Dei providentia santis collata sunt per Christum.

Ὁ τὰς ἐπαγγελίας τὰς διὰ τῶν προφητῶν πληρώσας καὶ ἐλεήσας τὴν Σιὼν καὶ οἰκτειρήσας τὴν Ἱερουσαλὴμ τῷ τὸν θρόνον Δαυὶδ τοῦ παιδός σου ἀνυψῶσαι ἐν μέσῳ αὐτῆς τῇ γενέσει τοῦ Χριστοῦ τοῦ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεννηθέντος ἐκ μόνης παρθένου (Luc. I, 32). Αὐτὸς καὶ νῦν, δέσποτα ὁ Θεός, πρόσδεξαι τὰς διὰ χειλέων δεήσεις τοῦ λαοῦ σου τοῦ ἐξ ἐθνῶν, τῶν ἐπικαλουμένων σε ἐν ἀληθείᾳ, καθὼς προσεδέξω τὰ δῶρα τῶν δικαίων ἐν ταῖς γενεαῖς αὐτῶν. Ἄβελ ἐν πρώτοις τὴν θυσίαν ἐπεῖδες καὶ προσεδέξω (Gen. IV), Νῶε ἐξελθόντος τῆς κιβωτοῦ (Gen. VIII), Ἀβραὰμ μετὰ τὸ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Χαλδαίων (Gen. XII), Ἰσαὰκ ἐν τῷ φρέατι τοῦ ὅρκου (Gen. XXII), Ἰακὼβ ἐν Βηθλεέμ (Gen. XXXV), Μωϋσέως ἐν τῇ ἐρήμῳ (Exod. XII), Ἀαρὼν ἀνὰ μέσον τῶν ζώντων καὶ τῶν τεθνεώτων (Num. XVI), Ἰησοῦ τοῦ Ναυῆ ἐν Γαλγάλοις (Jos. V), Γεδεὼν ἐπὶ τῆς πέτρας καὶ τῶν πόκων πρὸ τῆς ἁμαρτίας (Judic. VI et VIII), Μανωὲ καὶ τῆς αὐτοῦ γυναικὸς ἐν τῷ πεδίῳ (Judic. XIII), Σαμψὼν ἐν τῷ δίψει πρὸ τῆς πλημμελείας (Judic. XV et XVI), Ἰεφθάε ἐν τῷ πολέμῳ πρὸ τῆς ἀκρίτου ἐπαγγελίας (Judic. XI), Βαρὰκ καὶ Δεββώρας ἐπὶ τοῦ Σισάρα (Judic. IV), Σαμουὴλ ἐν Μασσηφά (I Reg. VII), Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου (I Paral. XXI), Σολομῶνος ἐν Γαβαὼν καὶ ἐν Ἱερουσαλήμ (III Reg. III et VIII), Ἠλία ἐν τῷ ὄρει τῷ Καρμηλίῳ (III Reg. XVIII), Ἐλισσαίου ἐπὶ τῆς ἀτεκνούσης πηγῆς (IV Reg. II), Ἰωσαφὰτ ἐν τῷ πολέμῳ (II Paral. XVIII), Ἐζεκία ἐν ἀρρωστίᾳ καὶ ἐπὶ τοῦ Σενναχηρείμ (IV Reg. XX et XIX), Μανασσῆ ἐν γῇ Χαλδαίων μετὰ τὴν πλημμέλειαν (II Paral. XXXIII), Ἰωσία ἐν τῷ Φασσᾶ (II Paral. XXXV), Ἔσδρα ἐν τῇ ἐπανόδῳ (I Esdr. VIII), Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων (Dan. VI et XIV), Ἰωνᾶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους (Jon. II), τῶν τριῶν παίδων ἐν καμίνῳ πυρός (Dan. III), Ἄννας ἐν τῇ σκηνῇ ἐνώπιον τῆς κιβωτοῦ (I Reg. I), Νεεμία ἐπὶ τῇ ἀνεγέρσει τῶν τειχῶν καὶ Ζοροβάβελ (I Esdr. III), Ματταθία καὶ τῶν υἱῶν αὐτοῦ ἐν τῷ ζήλῳ σου (I Mach. II), Ἰαὴλ ἐν εὐλογίαις (Judic. V, 24). Καὶ νῦν οὖν πρόσδεξαι τὰς τοῦ λαοῦ σου προσευχὰς μετ' ἐπιγνώσεώς σοι διὰ Χριστοῦ προσφερομένας ἐν τῷ Πνεύματι.

CAPUT XXXVIII
Oratio pro ope justis allata.

Εὐχαριστοῦμέν σοι περὶ πάντων, δέσποτα παντοκράτορ, ὅτι οὐκ ἐγκατέλιπες τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου ἀφ' ἡμῶν, ἀλλὰ καθ' ἑκάστην γενεὰν καὶ γενεὰν σῴζεις, ῥύῃ, ἀντιλαμβάνῃ, σκεπάζεις. Ἀντελάβου γὰρ ἐν ἡμέραις Ἐνὼς καὶ Ἐνώχ, ἐν ἡμέραις Μωϋσέως καὶ Ἰησοῦ, ἐν ἡμέραις τῶν κριτῶν, ἐν ἡμέραις Σαμουὴλ καὶ Ἠλία καὶ τῶν προφητῶν, ἐν ἡμέραις Δαυὶδ καὶ τῶν βασιλέων, ἐν ἡμέραις Ἐσθὴρ καὶ Μαρδοχαίου, ἐν ἡμέραις Ἰουδίθ, ἐν ἡμέραις Ἰούδα Μακκαβαίου καὶ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ἡμῶν ἀντελάβου ἡμῶν διὰ τοῦ μεγάλου σου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ Παιδός σου.

LIBER OCTAVUS

CAPUT II
De episcepis et presbyteris indignis.

Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων ὅσιος οὔτε πᾶς ὁ δαίμονας ἐλαύνων ἅγιος. Καὶ γὰρ καὶ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις προεφήτευσεν δυσσεβὴς ὢν (Num. XXIII, XXIV), καὶ Καϊάφας ὁ ψευδώνυμος ἀρχιερεύς (Joan. XI, 51), πολλὰ δὲ καὶ ὁ διάβολος προλέγει καὶ οἱ ἀμφ' αὐτὸν δαίμονες: καὶ οὐ παρὰ τοῦτο μέτεστιν αὐτοῖς εὐσεβείας σπινθήρ, ἀγνοίᾳ γάρ εἰσιν πεπιεσμένοι δι' ἑκούσιον κακόνοιαν. Δῆλον οὖν ὅτι οἱ ἀσεβεῖς, κἂν προφητεύωσιν, οὐ καλύπτουσιν διὰ τῆς προφητείας τὴν ἑαυτῶν ἀσέβειαν, οὐδὲ οἱ δαίμονας ἐλαύνοντες ἐκ τῆς τούτων ὑποχωρήσεως ὁσιωθήσονται: ἀλλήλους γὰρ ἀπατῶσιν, καθάπερ οἱ τὰς παιδιὰς γέλωτος ἕνεκα ἐπιδεικνύμενοι, καὶ τοὺς προσανέχοντας αὐτοῖς ἀπολλύουσιν. Οὔτε δὲ βασιλεὺς δυσσεβὴς βασιλεὺς ἔτι ὑπάρχει, ἀλλὰ τύραννος, οὔτε ἐπίσκοπος ἀγνοίᾳ ἢ κακονοίᾳ πεπιεσμένος ἔτι ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, οὐ παρὰ Θεοῦ, ἀλλὰ παρὰ ἀνθρώπων προβληθείς, ὡς Ἀνανίας καὶ Σαμαίας ἐν Ἱερουσαλήμ, καὶ Σεδεκίας καὶ Ἀχίας οἱ ἐν Βαβυλῶνι ψευδοπροφῆται (Jerem. XXVII, XXIX). Ἀλλὰ καὶ Βαλαὰμ ὁ μάντις τιμωρίαν ἔτισε διαφθείρας τὸν Ἰσραὴλ ἐν τῷ Βεελφεγώρ (Num. XXV, XXXI), καὶ Καϊάφας ὕστερον αὐτοφονευτὴς ἑαυτοῦ γέγονεν, καὶ οἱ υἱοὶ Σκευᾶ ἐπιχειροῦντες δαίμονας ἐλαύνειν ὑπ' αὐτῶν τραυματίαι γενόμενοι ἔφυγον ἀπρεπῶς (Act. XIX, 14), καὶ οἱ βασιλεῖς τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ἀσεβήσαντες παντοίας τιμωρίας ἔτισαν. Δῆλον οὖν ὡς καὶ οἱ ψευδώνυμοι ἐπίσκοποι καὶ πρεσβύτεροι οὐκ ἐκφεύξονται τὴν παρὰ τοῦ Θεοῦ δίκην: ῥηθήσεται γὰρ αὐτοῖς καὶ νῦν: «Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντές μου τὸ ὄνομα, παραδώσω ὑμᾶς εἰς σφαγὴν (Mal. I, 6), ὡς Σεδεκίαν καὶ Ἀχίαν, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος», ὥς φησιν Ἱερεμίας ὁ προφήτης (Jerem. XXIX, 22). Ταῦτα δέ φαμεν οὐ τὰς ἀληθεῖς προφητείας ἐξουθενοῦντες, ἴσμεν γὰρ αὐτὰς κατ' ἐπίπνοιαν Θεοῦ ἐν τοῖς ὁσίοις ἐνεργεῖσθαι, ἀλλὰ τὸ θράσος τῶν ἀλαζονευομένων καταστέλλοντες καὶ προστιθέντες ἐκεῖνο, ὅτι τῶν τοιούτων ὁ Θεὸς περιαιρεῖ τὴν χάριν: «Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» (Jac. IV, 6; II Petr. V, 5). Σίλας μὲν οὖν καὶ Ἄγαβος ἐφ' ἡμῶν προφητεύσαντες οὐ παρεξέτειναν ἑαυτοὺς τοῖς ἀποστόλοις οὐδὲ ὑπερέβησαν τὰ ἑαυτῶν μέτρα, καίτοι θεοφιλεῖς ὄντες (Act. XV, 32; XXI, 10). Προεφήτευσαν δὲ καὶ γυναῖκες, τὸ μὲν παλαιὸν Μαριὰμ ἡ Μωϋσέως καὶ Ἀαρὼν ἀδελφή (Exod. XV, 20), μετὰ δὲ αὐτὴν Δεββῶρα (judic. IV, 4), καὶ μετ' αὐτὴν Ὀλδὰ (IV Reg. XXII, 14) καὶ Ἰουδίθ (Judith VIII), ἡ μὲν ἐπὶ Ἰωσίου, ἡ δὲ ἐπὶ Δαρείου: καὶ ἡ μήτηρ δὲ τοῦ Κυρίου προεφήτευσεν καὶ Ἐλισαβὲτ ἡ συγγενὴς αὐτῆς καὶ Ἄννα (Luc. I, II), καὶ ἐφ' ἡμῶν αἱ Φιλίππου θυγατέρες (Act. XXI, 9), ἀλλ' οὐκ ἐπήρθησαν κατὰ τῶν ἀνδρῶν αὗται, ἀλλ' ἐφύλαξαν τὰ οἰκεῖα μέτρα. Οὐκοῦν καὶ ἐν ὑμῖν κἂν γυνή τις ᾖ κἂν ἀνήρ, καὶ τύχῃ τοιαύτης τινὸς χάριτος, ταπεινοφρονείτω, ἵνα ἐπ' αὐτῷ εὐδοκῇ ὁ Θεός. «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» (Isa. LXVI, 2)

CAPUT V
Invocatio in ordinatione episcoporum.

Ὁ ὤν, Δέσποτα Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἀγέννητος καὶ ἀβασίλευτος, ὁ ἀεὶ ὢν καὶ πρὸ τῶν αἰώνων ὑπάρχων, ὁ πάντη ἀνενδεὴς καὶ πάσης αἰτίας καὶ γενέσεως κρείττων, ὁ μόνος ἀληθινός, ὁ μόνος σοφός, ὁ ὢν μόνος ὕψιστος, ὁ τῇ φύσει ἀόρατος, οὗ τὸ εἶναι γνῶσις ἄναρχος, ὁ μόνος ἀγαθὸς καὶ ἀσύγκριτος, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν (Dan. XIII, 42), ὁ τῶν κρυπτῶν γνώστης, ὁ ἀπρόσιτος, ὁ ἀδέσποτος: ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὁ δημιουργὸς τῶν ὅλων δι' αὐτοῦ, ὁ προνοητής, ὁ κηδεμών, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως (II Cor. I, 3), ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν (Psal. CXII, 5, 6).

CAPUT XII
Constitutio Jacobi, fratris Joannis Zebedæi.

[...] Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας σου ἐκόλασας, καὶ τοῦ μὲν Ἄβελ ὡς ὁσίου προσδεξάμενος τὴν θυσίαν (Gen. IV), τοῦ δὲ ἀδελφοκτόνου Καῒν ἀποστραφεὶς τὸ δῶρον ὡς ἐναγοῦς: καὶ πρὸς τούτοις τὸν Σὴθ καὶ τὸν Ἐνὼς προσελάβου καὶ τὸν Ἐνὼχ μετατέθεικας (Sir. XLIX, 19; Gen. IV, V). Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ἀνθρώπων καὶ τῆς ζωῆς χορηγὸς καὶ τῆς ἐνδείας πληρωτὴς καὶ τῶν νόμων δοτὴρ καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης καὶ τῶν παραβαινόντων αὐτοὺς ἔκδικος, ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγαγὼν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νῶε ῥυσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς (Gen. XIX; Sap. X, 6), τέλος μὲν τῶν παρῳχηκότων, ἀρχὴν δὲ τῶν μελλόντων ἐπιγίνεσθαι. Ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς Σοδομηνῆς πενταπόλεως ἐξάψας καὶ γῆν καρποφόρον εἰς ἅλμην θέμενος ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ (Psal. CVI, 34).

CAPUT XXV
Lebbæi cognomento Thaddæi constitutio de viduis.

Κἀγὼ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος τάδε περὶ χηρῶν διατάσσομαι. Χήρα οὐ χειροτονεῖται, ἀλλ' εἰ μὲν ἐκ πολλοῦ ἀπέβαλεν τὸν ἄνδρα καὶ σωφρόνως καὶ ἀκαταγνώστως ἔζησεν καὶ τῶν οἰκείων ἄριστα ἐπεμελήθη, ὡς Ἰουδὶθ (Judith VIII) καὶ Ἄννα (Luc. II) αἱ σεμνόταται, κατατασσέσθω εἰς τὸ χηρικόν. Εἰ δὲ νεωστὶ ἀπέβαλεν τὸν ὁμόζυγον, μὴ πιστευέσθω, ἀλλὰ χρόνῳ νεότης κρινέσθω: τὰ γὰρ πάθη ἔσθ' ὅτε καὶ συγγηρᾷ ἀνθρώποις, μὴ ὑπὸ κρείττονος χαλινοῦ εἰργόμενα.

CAPUT XLI
Oratio pro mortuis.

Ὑπὲρ τῶν ἀναπαυσαμένων ἐν Χριστῷ ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὑπὲρ τῆς κοιμήσεως τοῦδε ἢ τῆσδε δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς προσδεξάμενος αὐτοῦ τὴν ψυχὴν παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ἐγειρώμεθα: ἑαυτοὺς καὶ ἀλλήλους τῷ ἀϊδίῳ Θεῷ διὰ τοῦ ἐν ἀρχῇ Λόγου παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος λεγέτω: Ὁ τῇ φύσει ἀθάνατος καὶ ἀτελεύτητος, παρ' οὗ πᾶν ἀθάνατον καὶ θνητὸν γέγονεν, ὁ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον τὸν κοσμοπολίτην θνητὸν ἐκ κατασκευῆς ποιήσας καὶ ἀνάστασιν ἐπαγγειλάμενος, ὁ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν θανάτου πεῖραν μὴ ἐάσας λαβεῖν: ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακὼβ οὐχ ὡς νεκρῶν ἀλλ' ὡς ζώντων Θεὸς εἶ (Matth. XXII, 32), ὅτι πάντων αἱ ψυχαὶ παρὰ σοὶ ζῶσιν καὶ τῶν δικαίων τὰ πνεύματα ἐν τῇ χειρί σού εἰσιν, ὧν οὐ μὴ ἅψηται βάσανος (Sap. III, 1), πάντες γὰρ οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσιν (Deut. XXXIII, 3): αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν, καὶ συγχώρησον αὐτῷ, εἴ τι ἄκων ἢ ἑκὼν ἐξήμαρτεν, καὶ ἀγγέλους εὐμενεῖς παράστησον αὐτῷ: καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν ἀποστόλων καὶ πάντων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, ὅπου οὐκ ἔνι λύπη καὶ ὀδύνη καὶ στεναγμός, ἀλλὰ χῶρος εὐσεβῶν ἀνειμένος καὶ γῆ εὐθέων σοὶ ἀνακειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν τοῦ Χριστοῦ σου, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, εὐχαριστία καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας: ἀμήν. Καὶ ὁ διάκονος λεγέτω: Κλίνατε καὶ εὐλογεῖσθε. Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω ὑπὲρ αὐτῶν λέγων τάδε: «Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου» (Psal. XXVII, 9), ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ποίμανον αὐτοὺς ὑπὸ τὴν δεξιάν σου καὶ σκέπασον αὐτοὺς ὑπὸ τὰς πτέρυγάς σου, καὶ δὸς αὐτοῖς τὸν ἀγῶνα ἀγωνίσασθαι καλόν, τὸν δρόμον τελέσαι (II Tim. IV, 7), τὴν πίστιν τηρῆσαι ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδός, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας: ἀμήν.


FONTE

CLEMENTIS I, PONTIFICIS ROMANI, Epistola I ad Corinthios. In: J. P. MIGNE, Patrologia Grega, Tomus I, Paris: Petit-Montrouge, 1857. p. 199.

______________________________, Epistola I ad Virgines. In: J. P. MIGNE, Patrologia Grega, Tomus I, Paris: Petit-Montrouge, 1857. p. 379.

______________________________, Epistola II ad Virgines. In: J. P. MIGNE, Patrologia Grega, Tomus I, Paris: Petit-Montrouge, 1857. p. 417.

______________________________, Constitutiones Apostolicæ. In: J. P. MIGNE, Patrologia Grega, Tomus I, Paris: Petit-Montrouge, 1857. p. 509.