Pædagogus
LIBER PRIMUS
CAPUT VIII
Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν Κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς Γραφῆς ὧδέ που λεγούσης «καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ» (Sir. XXI, 6), ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δι' ἡμᾶς ἄνθρωπος ἐγένετο. Καὶ δὴ οἰκειότερον αὐτῷ ὁ προφήτης προσεύχεται διὰ τούτων «Μνήσθητι ἡμῶν, ὅτι χοῦς ἐσμεν» (Psal. CII, 14), τουτέστι συμπάθησον ἡμῖν, ὅτι τὴν ἀσθένειαν τῆς σαρκὸς αὐτοπαθῶς ἐπείρασας. Ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ Παιδαγωγὸς ὁ Κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι' ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει. «Ἦν γὰρ οὐδὲν ὃ μισεῖ ὁ Κύριος» (Sap. XI, 25)· οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι μὴ εἶναι, τὸ δὲ ἔστιν. Εἴ τι ἄρα μισεῖ ὁ Λόγος, βούλεται αὐτὸ μὴ εἶναι· οὐδὲν δὲ ἔστιν, ᾧ μὴ τὴν αἰτίαν τοῦ εἶναι ὁ θεὸς παρέχεται· οὐδὲν ἄρα μισεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' οὐδὲ ὑπὸ τοῦ Λόγου· ἓν γὰρ ἄμφω, ὁ θεός, ὅτι εἶπεν «ἐν ἀρχῇ ὁ Λόγος ἦν ἐν τῷ θεῷ, καὶ θεὸς ἦν ὁ Λόγος» (Joan. I, 1). Εἰ δὲ οὐ μισεῖ τῶν ὑπ' αὐτοῦ γενομένων οὐδέν, λείπεται φιλεῖν αὐτό.
[...] Καθάπερ οὖν τῷ συμβουλευτικῷ Λόγῳ παράκειται τὸ προτρεπτικὸν καὶ παρακλητικὸν εἶδος, οὕτω καὶ τῷ ἐγκωμιαστικῷ τὸ λοιδορητικὸν καὶ ὀνειδιστικὸν καὶ ἐγκωμιαστικόν. Τὸ δὲ εἶδος τοῦτο τέχνη ἐστὶ ψεκτική, εὐνοίας δὲ τὸ ψέγειν, οὐ μίσους σύμβολον. Ἄμφω μὲν γὰρ ὀνειδίζετον, καὶ ὁ φίλος καὶ ὁ μή, ἀλλ' ὁ μὲν ἐχθρὸς ἐπιγελῶν, ὁ δὲ φίλος εὐνοῶν. Οὐκ ἄρα διὰ μῖσος ὁ Κύριος τοῖς ἀνθρώποις λοιδορεῖται, οὓς καὶ ἐξὸν αὐτῷ ἀπολέσαι παρὰ τὰς ἰδίας αἰτίας, ὃ δὲ ὑπὲρ ἡμῶν καὶ πέπονθεν· παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς. Οὓς γὰρ ὁ ἔπαινος οὐ προετρέψατο, τούτους παρώξυνεν ὁ ψόγος, καὶ οὓς ὁ ψόγος οὐκ ἐξεκαλέσατο εἰς σωτηρίαν καθάπερ νεκρούς, τούτους πρὸς ἀλήθειαν ἡ βλασφημία διανίστησιν. «Μάστιγες γὰρ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. Συγκολλῶν ὄστρακον καὶ διδάσκων μωρόν» (Sir. XXII, 6, 7), εἰς αἴσθησιν ἄγων, φησί, τὴν γῆν καὶ τὸν ἀπηλπισμένον εἰς σύνεσιν ὀξύνων. ∆ιὰ τοῦτο ἐναργῶς ἐπήγαγεν· «ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου» (Ibid. 7), ὃς τῶν ἄλλων μάλιστα θανάτῳ ἔοικεν.
[...] Σαφέστατα γοῦν διὰ Μωσέως λέλεκται· «θαρρεῖτε, ἕνεκεν τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεός, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε» (Exod. XX, 20). Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες· ὠφελοῦνται γὰρ τῷ βελτίω τὴν ψυχὴν αὐτοῖς γίνεσθαι δικαίως κολαζομένοις. Εἰ δὲ ἀγαθὰ πάσχουσιν ὑπὸ τοῦ δικαίου οἱ ἐπανορθούμενοι καὶ κατὰ Πλάτωνα, ὁμολογεῖται ἀγαθὸν εἶναι τὸν δίκαιον. Αὐτὸς γοῦν ὁ φόβος ὠφελεῖ καὶ πρὸς ἀγαθοῦ τοῖς ἀνθρώποις ἐξεύρηται, ὅτι «πνεῦμα φοβούμενον Κύριον ζήσεται· ἡ γὰρ ἐλπὶς ἐπὶ τὸν σῴζοντα αὐτούς» (Sir. XXXIV, 13). Ὁ δὲ αὐτὸς οὗτος Λόγος δίκην ἐπιτιθεὶς κριτής ἐστιν, περὶ οὗ καὶ Ἡσαΐας λέγει «Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν» (Isa. LIII, 6), διορθωτὴν δηλονότι καὶ κατευ θυντῆρα τῶν ἁμαρτιῶν.
[...] Ἀγαθὸς ἄρα ὁ θεός. Καὶ ὅ γε Κύριος εἰς πολλὰ συγχρῆται πρὸ τοῦ ἔργου τῷ λόγῳ. «Τὰ γὰρ βέλη μου», φησί, «συντελέσει αὐτούς· τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς. Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος» (Deut. XXXII, 23-25). Ὥστε οὐκ ὀργίζεται τὸ θεῖον, ᾗ τισιν ἔδοξεν, ἀλλὰ τὰ μὲν πλεῖστα ἀπειλεῖται, τὰ πάντα δὲ παρῄνεσε τὴν ἀνθρωπότητα καὶ ὑπέδειξεν ὡς πρακτέα. Ἀγαθὴ δὲ αὕτη ἡ τέχνη, ἐκφοβεῖν ἵνα μὴ ἁμάρτωμεν· «φόβος γὰρ Κυρίου ἀπωθεῖται ἁμαρτήματα, ἄφοβος δ' οὐ δυνήσεται δικαιωθῆναι» (Sir. I, 27, 28), φησὶν ἡ Γραφή. Καὶ τὴν κόλασιν ὁ θεὸς οὐχ ὑπὸ ὀργῆς ἐπιφέρει, ἀλλὰ τὸ δίκαιον σκοπεῖ, ὡς οὐ συμφέρει παραλειφθῆναι τὸ δίκαιον δι' ἡμᾶς. Αἱρεῖται δὲ ἕκαστος ἡμῶν τὰς τιμωρίας αὐτὸς ἑκὼν ἁμαρτάνων· αἰτία δὲ ἑλομένου, ὁ θεὸς ἀναίτιος. «Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; μὴ γένοιτο» (Rom. III, 5, 6). Λέγει γοῦν ἀπειλῶν· «παροξυνῶ τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ αὐτὸς ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀπὸ αἵματος τραυματιῶν» (Deut. XXXII, 41, 42). Σαφὲς γὰρ ἐνταῦθα ὡς ἄρα οἱ μὴ διεχθρεύοντες τῇ ἀληθείᾳ μηδὲ μισοῦντες τὸν Λόγον οὐκ ἂν τὴν σφῶν αὐτῶν μισήσαιεν σωτηρίαν, ἐκφύγοιεν δ' ἂν τῆς ἔχθρας τὰ ἐπιτίμια. «Στέφανος ἄρα σοφίας», ᾗ φησιν ἡ Σοφία, «φόβος Κυρίου» (Sir. I, 22). Σαφέστατα γοῦν διὰ τοῦ Ἀμὼς τοῦ προφήτου τὴν οἰκονομίαν μεμήνυκεν ὁ Λόγος τὴν ἑαυτοῦ, κατέστρεψα ὑμᾶς λέγων, καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος» (Amos IV, 11).
[...] Ὁ γὰρ ἱστὰς τοὺς μὲν «ἐκ δεξιῶν», τοὺς δὲ «ἐξ εὐωνύμων» (Matth. XX, 21; XXV, 33), καθὸ μὲν Πατήρ νοεῖται, ἀγαθὸς ὤν, αὐτὸ μόνον ὅ ἐστι κέκληται «ἀγαθός» (Matth. XIX, 17), καθὸ δέ, υἱὸς ὤν, ὁ Λόγος αὐτοῦ ἐν τῷ Πατρί ἐστι, δίκαιος προσαγορεύεται ἐκ τῆς πρὸς ἄλληλα σχέσεως ἀγάπης, ἰσότητι μεμετρημένον ὄνομα δυνάμεως. «Ἄνδρα», φησί, «κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ» (Sir. XVI, 12), ἀγαθοῦ ζυγοῦ πρόσωπον ἡμῖν δικαιοσύνης τὸν Ἰησοῦν γνωρίσαντος τοῦ θεοῦ, δι' οὗ καὶ τὸν θεόν, οἷον ἐκ τρυτάνης ἰσοσθενοῦς, ἔγνωμεν. Ἐπὶ τούτου καὶ ἡ σοφία διαρρήδην λέγει «Ἔλεος γὰρ καὶ ὀργὴ μετ' αὐτοῦ· Κύριος γὰρ ἀμφοῖν οὗτος μόνος· δυνάστης ἐξιλασμῶν, ἐκχέων ὀργήν· κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ» (Sir. XVI, 11, 12)· ἐλέους γὰρ καὶ ἐλέγχου σκοπὸς ἡ τῶν ἐλεγχομένων σωτηρία.
CAPUT IX
Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγωγός, ὁ θεῖος ἡμῶν λόγος, πάσῃ καταχρώμενος σοφίας μηχανῇ, σῴζειν ἐπιβέβληται τοὺς νηπίους, νουθετῶν, ἐπιτιμῶν, ἐπιπλήττων, ἐλέγχων, ἀπειλούμενος, ἰώμενος, ἐπαγγελλόμενος, χαριζόμενος, πολλοῖς τισιν οἱονεὶ χαλινοῖς τὰς ἀλόγους τῆς ἀνθρω πότητος δεσμεύων ὁρμάς. Συνελόντι γοῦν εἰπεῖν, οὕτως ὁ κύριος πρὸς ἡμᾶς, ὡς καὶ ἡμεῖς πρὸς τὰ τέκνα ἡμῶν. «Τέκνα σοί ἐστιν; παίδευσον αὐτά», ἡ σοφία παραινεῖ, «καὶ κάμψον αὐτὰ ἐκ νεότητος αὐτῶν. Θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου» (Sir. VII, 23, 24). Καίτοι τὰ τέκνα ἡμῶν, υἱούς τε καὶ θυγατέρας, σφόδρα καὶ ὑπὲρ πᾶν ὁτιοῦν ἀγαπῶμεν. Ἐπεὶ δ' οἱ μὲν πρὸς χάριν ὁμιλοῦντες ὀλίγον ἀγαπῶσιν ὃ μὴ λυποῦσιν, οἱ δὲ πρὸς ὠφέλειαν ἐπιστύφοντες, εἰ καὶ παραυτίκα λυπηροί, ἀλλὰ εἰς τὸν ἔπειτα εὐεργετοῦσιν αἰῶνα, οὐ τὴν παραυτίκα ἡδονὴν ὁ κύριος, ἀλλὰ τὴν μέλλουσαν ἐσκόπησε τρυφήν.
[...] Ἔλεγχος δέ ἐστιν προφορὰ ἁμαρτίας εἰς τὸ μέσον φέρουσα. Τούτῳ μάλιστα συγχρῆται ὡς ἀναγκαίῳ τῷ τρόπῳ τῆς παιδαγωγίας διὰ τὸ ἔκλυτον τῆς τῶν πολλῶν πίστεως. Λέγει μὲν γὰρ διὰ Ἡσαΐου «ἐγκατελίπετε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ» (Isa. I, 4). Λέγει δὲ καὶ διὰ Ἱερεμίου· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλείω ἡ γῆ· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν λάκκους συντετριμμένους, οἳ οὐ δυνήσον ται συσχεῖν ὕδωρ» (Jer. II, 12, 13). Καὶ πάλιν διὰ τοῦ αὐτοῦ· «ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ· διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἠτίμασαν αὐτήν, ὅτι εἶδον ἀσχημοσύνην αὐτῆς» (Thren. I, 8). Τὸ δὲ αὐστηρὸν τοῦ ἐλέγχου καὶ ἐπιπληκτικὸν διὰ Σολομῶντος παραμυθούμενος λέγει αἰνιττόμενος κατὰ τὸ παρασιωπώμενον τὸ φιλότεκνον τῆς παιδαγωγίας· «υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται» (Prov. III, 11, 12), ὅτι «ἁμαρτωλὸς ἄνθρωπος ἐκκλίνει ἐλεγμόν» (Sir. XXXII, 21). Ἀκολούθως τοίνυν ἐλεγχέτω με δίκαιος ἡ Γραφὴ λέγει καὶ «παιδευσάτω με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου» (Psal. CXL, 5).
[...] Καθόλου δὲ ἡ περὶ τὸν φόβον αὐτοῦ τεχνολογία σωτηρίας ἐστὶ πηγή, ἀγαθοῦ δέ γε τὸ σῴζειν· «ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. Τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπουδάζοντας εἰς κόλλησιν αὐτῷ» (Sir. XVIII, 13, 14)· καὶ ταύτῃ τῇ ἀγωγῇ ἑξακοσίας χιλιάδας πεζῶν, τοὺς ἐπισυναχθέντας ἐν ᾗ ἔσχον σκληροκαρδίᾳ, μαστιγῶν, ἐλεῶν, τύπτων, ἰώμενος, ἐν οἰκτιρμῷ καὶ παιδείᾳ διεφύλαξεν. «Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ» (Ibid. XVI, 12). Καλὸν μὲν γὰρ τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τὸ ἁμαρτόντα μετανοεῖν, ὥσπερ ἄριστον τὸ ὑγιαίνειν ἀεί, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι τῆς νόσου. Ταύτῃ τοι καὶ διὰ Σολομῶντος παραγγέλλεται· «σὺ μὲν ῥάβδῳ πάταξον τὸν υἱόν, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥῦσαι» (Prov. XXIII, 14). Καὶ πάλιν· «μὴ ἀπόσχῃ νήπιον παιδεύων, εὔθυναι δὲ αὐτὸν ῥάβδῳ, οὐ γὰρ θανεῖται» (Ibid. XXIII, 13).
CAPUT X
[...] Σαφέστατα δὲ ἐπὶ τὴν ἀγαθωσύνην καλεῖ διὰ Σολομῶντος λέγων· «μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εὗρεν φρόνησιν» (Prov. III, 13). Τὸ γὰρ ἀγαθὸν τῷ ζητοῦντι εὑρίσκεται καὶ ὁρᾶσθαι τῷ εὑρόντι φιλεῖ. Ναὶ μὴν καὶ δι' Ἱερεμίου τὴν φρόνησιν ἐξηγεῖται, «μακάριοί ἐσμεν, Ἰσραήλ, λέγων, ὅτι τὰ ἀρεστὰ τῷ θεῷ γνωστὰ ἡμῖν ἐστι» (Baruch IV, 4), γνωστὰ δὲ διὰ τοῦ λόγου, δι' ὃν μακάριοι καὶ φρόνιμοι. Φρόνησις γὰρ ἡ γνῶσις διὰ τοῦ αὐτοῦ προφήτου μηνύεται λέγοντος «Ἄκουε, Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν» (Ibid. III, 9). ∆ιὰ δὲ Μωσέως ἔτι καὶ προσυπισχνεῖται δωρεὰν διὰ τὴν ὑπάρχουσαν φιλανθρωπίαν τοῖς σπεύδουσιν εἰς σωτηρίαν. Φησὶ γάρ· «καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν» (Deut. XXXI, 20)· πρὸς δὲ «Καὶ εἰσάξω ὑμᾶς εἰς τὸ ὄρος τὸ ἅγιον καὶ εὐφρανῶ ὑμᾶς» (Isa. LVI, 7), διὰ Ἡσαΐου λέγει. Ἔστι δὲ καὶ ἄλλο εἶδος αὐτοῦ παιδαγωγίας, ὁ μακαρισμός· καὶ «Μακάριος ἐκεῖνος», διὰ ∆αβὶδ λέγει, «ὁ μὴ ἁμαρτών, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται», ταυτὶ μὲν καὶ πρὸς τὴν ἀνάστασιν ᾐνίξατο, «Καὶ πάντα ὅσα ἐὰν ποιήσῃ, κατευοδωθήσεται αὐτῷ» (Psal. I, 1, 3). Τοιούτους ἡμᾶς γενέσθαι βούλεται, ἵν' ὦμεν μακάριοι. Ἔμπαλιν δὲ τὸ ἀντισοῦν τοῦ τῆς δικαιοσύνης ἐνδεικνύμενος ζυγοῦ, «Ἀλλ' ἢ οὐχ οὕτως φησίν οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς» (Ibid. 4). Τὸ ἐπιτίμιον τῶν ἁμαρτωλῶν καὶ τὸ εὐδιαφόρητον αὐτῶν καὶ τὸ ὑπηνέμιον δείξας ὁ Παιδαγωγὸς ἀπετρέψατο τῆς αἰτίας διὰ τῆς ἐπιτιμίας, καὶ τὴν κόλασιν ἐπανατεινάμενος τὴν κατ' ἀξίαν, τῆς εὐεργεσίας ἐνεδείξατο τὴν εὐποιίαν, τεχνικώτατα ἐπὶ τὴν χρῆσιν ἡμᾶς καὶ τὴν κτῆσιν τῶν καλῶν διὰ ταύτης καλῶν. Ναὶ μὴν καὶ ἐπὶ τὴν γνῶσιν παρακαλεῖ διὰ μὲν τοῦ Ἱερεμίου λέγων· «Τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ εἰς τὸν αἰῶνα» (Baruch III, 13). Ὑποδεικνύων γὰρ ἐνταῦθα τὸν μισθὸν τῆς γνώσεως εἰς ἔρωτα αὐτῆς τοὺς συνετοὺς ἐκκαλεῖται καὶ τῷ πεπλανημένῳ συγγνώμην νέμων· «Ἐπίστρεφε γάρ, ἐπίστρεφε, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ» (Jerem. VI, 9), λέγει.
CAPUT XIII
Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. Αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ. Εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική; Καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγῳ περὶ ὅλον τὸν βίον. Ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν γινόμε νον εἰκότως καλεῖσθαι ἁμάρτημα. Αὐτίκα γοῦν ὅτε ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος καὶ παρήκουσεν τοῦ θεοῦ· «Καὶ παρωμοιώθη», φησί, «τοῖς κτήνεσιν ὁ ἄνθρωπος» (Psal. XLVIII, 13, 21) παρὰ τὸν λόγον ἐξαμαρτὼν εἰκότως ἄλογος νομισθεὶς εἰκάζεται κτήνεσιν. Ἐντεῦθεν καὶ ἡ Σοφία λέγει· «Ἵππος εἰς ὀχείαν ὁ φιλήδονος», καὶ ὁ μοιχός ἀλογίστῳ κτήνει παρομοιωθείς, διὸ καὶ ἐπιφέρει, «παντὸς ὑποκάτω ἐπικαθημένου χρεμετίζει» (Sir. XXXIII, 6). Οὐκέτι λαλεῖ, φησίν, ὁ ἄνθρωπος· οὐ γάρ ἐστιν λογικὸς ἔτι ὁ παρὰ λόγον ἁμαρτάνων, θηρίον δὲ δὴ ἄλογον, ἔκδοτον ἐπιθυμίαις, ᾧ πᾶσαι ἐπικάθηνται ἡδοναί.
LIBER SECUNDUS
CAPUT I
[...] Τούτου ὁ φαγὼν τοῦ ἀρίστου τὸ ἄριστον τῶν ὄντων, τὴν βασιλείαν τοῦ θεοῦ, κτήσεται, μελετήσας ἐνθένδε ἁγίαν συνήλυσιν ἀγάπης, οὐράνιον ἐκκλησίαν. Ἀγάπη μὲν οὖν χρῆμα καθαρὸν καὶ τοῦ θεοῦ ἄξιον, ἔργον δὲ αὐτῆς ἡ μετάδοσις. «Φροντὶς δὲ παιδείας ἀγάπη», ἡ Σοφία λέγει, «ἀγάπη δὲ τήρησις νόμων αὐτῆς» (Sap. VI, 17, 18). Αἱ δὲ εὐφροσύναι αὗται ἔναυσμά τι ἀγάπης ἔχουσιν ἐκ τῆς πανδήμου τροφῆς συνεθιζόμενον εἰς ἀίδιον τροφήν. Ἀγάπη μὲν οὖν δεῖπνον οὐκ ἔστιν, ἡ δ' ἑστίασις ἀγάπης ἠρτήσθω. «Μαθέτωσαν γάρ», φησίν, «οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ» (Ibid. XVI, 26)· οὐ γὰρ ἐπ' ἄρτῳ ζήσεται ὁ δίκαιος.
[...] Τούτους ταλανίζει διὰ Ἡσαΐου τὸ ἅγιον Πνεῦμα, ἠρέμα πως τῆς ἀγάπης τὸ ὄνομα ὑπεξελόμενον, ἐπεὶ μὴ κατὰ λόγον ἡ ἑστίασις ἦν· «Αὐτοὶ δὲ ἐποίησαν εὐφροσύνην, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, λέγοντες· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν» (Isa. XXIV, 15)· καὶ ὅτι γε τὴν τοιαύτην τρυφὴν ἁμαρτίαν λογίζεται, ἐπιφέρει· καὶ οὐ μὴ ἀφεθήσεται ἡ ἁμαρτία ὑμῶν αὕτη, ἕως ἂν ἀποθάνητε, οὐχὶ ἄφεσιν τῆς ἁμαρτίας θάνατον ἀναίσθητον, ἀλλὰ ἀνταπόδοσιν ἁμαρτίας θάνατον σωτηρίας ἐπικρίνας. «Μὴ εὐφρανθῇς δὲ ἐπὶ μικρᾷ τρυφῇ» (Sir. XVIII, 32), ἡ σοφία λέγει.
CAPUT II
[...] Εὖ γοῦν ἐκεῖνο εἴρηται· «Ἀγαλλίαμα ψυχῆς καὶ καρδίας οἶνος ἔκτισται ἀπ' ἀρχῆς πινόμενος αὐτάρκης» (Sir. XXXI, 28, 30). Κίρνασθαι δὲ ἄριστον ὕδατι ὡς πλείστῳ τὸν οἶνον καὶ μὴ ὡς ὕδωρ ἐπιζητεῖσθαι καὶ ἀπαμβλύνεσθαι πρὸς τὴν μέθην καὶ μὴ ὡς ὕδωρ ἐπεγχεῖσθαι διὰ τὴν φιλοινίαν· ἄμφω μὲν γὰρ τοῦ θεοῦ ποιήματα, καὶ ταύτῃ πρὸς ὑγείαν συνεργεῖ ἡ κρᾶσις ἡ ἀμφοῖν, ὕδατός τε καὶ οἴνου, ὅτι ἐκ τοῦ ἀναγκαίου καὶ τοῦ χρησίμου ὁ βίος συνέστηκεν.
[...] Καὶ πρό γε τῆς τραγῳδίας ἡ σοφία κέκραγεν· «Οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ παντὶ πτώματι πληθύνει» (Sir. XXXI, 29).
[...] Μὴ σπεύσῃς εἰς βλάβην, ὦ οὗτος. Οὐχ ἁρπάζεταί σου τὸ ποτόν· σοὶ δέδοται καὶ ἀναμένει σε. Μὴ διαρραγῆναι σπουδάσῃς, χανδὸν ἑλκύσας· πίμπλαταί σου ἡ δίψα, κἂν βράδιον πίῃς, τὸ κόσμιον προσλαβοῦσα, κοσμίως καταμεριζομένου τοῦ ποτοῦ· οὐ γὰρ ἀφαιρεῖται τῷ χρόνῳ ὃ προαρπάζει ἡ ἀκρασία. «Ἐν οἴνῳ δέ», φησί, «μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἠχρείωσεν ὁ οἶνος» (Sir. XXXI, 25).
[...] Αἱ δὲ γυναῖκες, τὸ εὔσχημον ἐπαναιρούμεναι δῆθεν, ὡς μὴ ταῖς πλατείαις κύλιξιν διαχέουσαι τὰ χείλη περιρραγεῖς γένωνται πλατυνομένου τοῦ στόματος, στεναῖς κομιδῇ κατὰ τὸ στόμιον ἀλαβάστροις ἀσχημόνως πίνουσαι ἀνακλῶσι μὲν τὰς κεφαλάς, γυμνοῦσι δὲ τοὺς τραχήλους, οὐ κοσμίως, ἐμοὶ δοκεῖν, καὶ τὸν λάρυγγα διατείνουσαι περὶ τὴν κατάποσιν βροχθίζουσιν, οἷον ἀπογυμνούμεναι τοῖς συμπόταις ἃ δύνανται, ἐρυγάς τε ἀνδρώδεις ἐπισπώμεναι, μᾶλλον δὲ ἀνδραποδώδεις, προσεπιθρύπτονται σπαταλῶσαι· οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει. «Ὀργὴ δέ», φησίν, «μεγάλη γυνὴ μέθυσος», οἱονεὶ χόλος θεοῦ οἰνομάχλη γυνή. ∆ιὰ τί; Ὅτι «ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύπτει» (Sir. XXVI, 8). Ταχὺ γὰρ εἰς ἀταξίαν ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς. Καὶ οὐχὶ ἀλαβάστροις πίνειν κεκωλύκαμεν· ἀλλὰ τὸ ἐπιτηδεύειν ἐν τούτοις μόνον πίνειν ὡς ἀλαζονικὸν περικόπτομεν, τοῖς παρατυχοῦσιν ἀπροσπαθῶς χρῆσθαι συμβουλεύοντες, πόρρωθεν ἄνωθεν ὀλισθανούσας ἀνακόπτοντες αὐταῖς τὰς ὀρέξεις. Ἡ δ' οὖν πρὸς ἐρυγὴν ἀναπλωτάζουσα τοῦ ἀέρος ἔφελξις ἡσυχῇ παραπεμπτέα. Κατ' οὐδένα δὲ τρόπον ταῖς γυναιξὶν ἐπιτρεπτέον παραγυμνούσας τι τοῦ σώματος καταφαίνεσθαι, μὴ σφαλεῖεν ἄμφω, οἳ μὲν ἐρεθιζόμενοι κατασκοπεῖν, αἳ δὲ τῶν ἀνδρῶν ἐφ' ἑαυτὰς ἐπισπώμεναι τὰς ὄψεις.
[...] Ἐμοὶ δοκεῖ ὁ ἀκέφαλος πρὸς τῶν μαθηματικῶν καλούμενος ὁ πρὸ τοῦ ἀστέρος τοῦ † πλανωμένου καταριθμούμενος συνιζηκυίας τῆς κεφαλῆς εἰς τὸ στῆθος τοὺς ὀψοφάγους καὶ ἡδονικοὺς καὶ τοὺς ἑτοίμους εἰς μέθην αἰνίττεσθαι. Καὶ γὰρ οὖν κἀν τούτοις τὸ λογιστικὸν ἵδρυται οὐκ ἐν τῇ κεφαλῇ, ἀλλ' ἐν τοῖς ἐντοσθιδίοις, πάθεσιν ἐπιθυμίᾳ τε καὶ θυμῷ δεδουλωμένον. Ὥστε ὅτῳ τρόπῳ Ἐλπήνωρ ἀστραγάλων ἐάγη καταπεσὼν ὑπὸ μέθης, οὕτω τούτων ὁ ἐγκέφαλος ἄνωθεν ἰλιγγιάσας ὑπὸ μέθης ἐπὶ τὸ ἧπαρ καὶ τὴν καρδίαν, τουτέστιν ἐπὶ τὴν φιληδονίαν καὶ τὸν θυμόν, καταπίπτει πτῶμα μεῖζον ἤ φασι ποιητῶν παῖδες πρὸς τοῦ ∆ιὸς τὸν Ἥφαιστον οὐρανόθεν ἐρρίφθαι χαμαί. «Πόνος δὲ ἀγρυπνίας», φησί, «καὶ χολέρα καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου» (Sir. XXXI, 20). ∆ιὰ τοῦτό τοι καὶ ἡ τοῦ Νῶε παροινία ἀνάγραπτος γεγένηται, ἵνα ὡς ὅτι μάλιστα τὴν μέθην φυλαττώμεθα, ἐμφανῆ καὶ ἔγγραπτον τὴν εἰκόνα τοῦ παραπτώματος ἔχοντες, δι' ἣν οἱ σκεπάσαντες τὴν ἀσχημοσύνην τῆς μέθης εὐλο γοῦνται παρὰ κυρίῳ. Συντομώτατα τοίνυν ἐμπεριλαβοῦσα ἡ Γραφὴ ἅπαντα ἐν ἑνὶ λόγῳ εἴρηκεν· «Τὸ ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ οἶνος, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ ἀναπαύσεται» (Ibid. 19).
CAPUT III
[...] Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ ἡ πολυκτημοσύνη. Παγκάλως γοῦν ἡ θεία που λέγει Γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· «Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; Οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν» (Baruch III, 16-19). Οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός.
CAPUT IV
[...] Ὡς δὲ ἁρμόδιον πρὶν ἡμᾶς μεταλαβεῖν τροφῆς τῶν συμπάντων εὐλογεῖν τὸν ποιητήν, οὕτως καὶ παρὰ πότον καθήκει ψάλλειν αὐτῷ τῶν αὐτοῦ μεταλαμβάνοντας κτισμάτων· καὶ γὰρ ὁ ψαλμὸς ἐμμελής ἐστιν εὐλογία καὶ σώφρων· «ᾨδὴν πνευματικὴν» (Eph. V, 19; Coloss. III, 16) ὁ ἀπόσ τολος εἴρηκε τὸν ψαλμόν. Ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως. «Καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ᾠδαῖς χειλέων», φησίν, «ὅτι ἐν προστάγματι αὐτοῦ πᾶσα εὐδοκία γίνεται, καὶ οὐκ ἔστιν ἐλάττωσις εἰς τὸ σωτή ριον αὐτοῦ» (Sir. XXXIX, 15, 18). Ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς Ἕλλησι παρὰ τὰς συμποτικὰς εὐωχίας καὶ τὰς ἐπιψεκαζούσας κύλικας Ἑβραϊκῶν κατ' εἰκόνα ψαλμῶν ᾆσμα τὸ καλούμενον σκολιὸν ᾔδετο, κοινῶς ἁπάντων μιᾷ φωνῇ παιανιζόντων, ἔσθ' ὅτε δὲ καὶ ἐν μέρει περιελιττόντων τὰς προπόσεις τῆς ᾠδῆς· οἱ δὲ μουσικώτεροι αὐτῶν καὶ πρὸς λύραν ᾖδον. Ἀλλ' αἱ μὲν ἐρωτικαὶ μακρὰν ἐρρόντων ᾠδαί, ὕμνοι δὲ ἔστων τοῦ θεοῦ αἱ ᾠδαί. Αἰνεσάτωσαν, φησίν, τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Καὶ τίς ὁ ψάλλων χορός, αὐτό σοι διηγήσεται τὸ πνεῦμα. Ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων, ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
CAPUT V
[...] Ἀλλὰ καὶ αὐτὸν τὸν γέλωτα ἐπιστομιστέον. Καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται. Ἁπλῶς γὰρ ὁπόσα φυσικὰ τοῖς ἀνθρώποις ἐστίν, ταῦτα οὐκ ἀναιρεῖν ἐξ αὐτῶν δεῖ, μᾶλλον δὲ μέτρον αὐτοῖς καὶ καιρὸν ἐπιτιθέναι πρέποντα. Οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα· ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ ὑπέρ τονον χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς. Ἡ μὲν γὰρ καθ' ἁρμονίαν τοῦ προσώπου, καθάπερ ὀργάνου, κόσμιος ἄνεσις μειδίαμα κέκληται–διάχυσις οὕτως ἀνακλᾶται κατὰ πρόσωπον–, σωφρονούντων ὁ γέλως· ἡ δὲ ἐκμελὴς τοῦ προσώπου ἔκλυσις, εἰ μὲν ἐπὶ γυναικῶν γίνοιτο, κιχλισμὸς προσαγορεύεται, γέλως δέ ἐστι πορνικός, εἰ δὲ ἐπὶ ἀνδρῶν, καγχασμός, γέλως ἐστὶν οὗτος μνηστηριώδης κἀξυβρίζων· «Μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ», φησὶν ἡ Γραφή, «ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει» (Sir. XXI, 20). Φρόνιμον λέγει τὸν πανοῦργον νῦν, τὸν ἐναντίως τῷ μωρῷ διακείμενον.
CAPUT VI
[...] Τούτοις δὲ ἀναλόγως αἰσχρολογία εἰκότως ἂν καλοῖτο ἡ περὶ τῶν τῆς κακίας ἔργων λογοποιία· οἷον τὸ περὶ μοιχείας διαλέγεσθαι ἢ παιδεραστίας καὶ τὰ παραπλήσια. Ναὶ μὴν καὶ τὴν φλύαρον ἀδολε σχίαν κατασιγαστέον. «Ἐκ γάρ τοι πολυλογίας οὐκ ἐκφεύξῃ», φησίν, «ἁμαρτίαν» (Prov. X, 19)· δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία· «Ἔστι» γὰρ «σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς» (Sir. XX, 5). Ἤδη καὶ αὐτὸς αὑτῷ ὁ ἀδολέσχης προσκορής· «Πλεονάζων γὰρ λόγον βδελύττεται τὴν ψυχὴν αὐτοῦ» (Ibid. 8).
CAPUT VII
Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδαίνουσιν. Ὕβριν δὲ ἔφαμεν μέθης εἶναι διάκονον. Οὐκ ἐκ μόνων δὲ τῶν ἔργων, ἀλλὰ καὶ ἐκ λόγων ἄνθρωπος κρίνεται. «Ἐν συμποσίῳ δέ», φησί, «μὴ ἐλέγξῃς τὸν πλησίον καὶ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ» (Sir. XXXI, 31). Εἰ γὰρ καὶ τὰ μάλιστα παραγγέλλεται ἁγίοις συνεῖναι, σκώπτειν τὸν ἅγιον ἁμαρτία· «Ἐκ στόματος γὰρ ἀφρόνων», φησὶν ἡ Γραφή, «βακτηρία ὕβρεως» (Prov. XIV, 3), ἐπιβάθραν ὕβρεως βακτηρίαν λέγουσα, ᾗ ἐπερείδεται καὶ ἐπαναπαύεται ἡ ὕβρις.
[...] Εἰ γὰρ ὡς ἐπιτείνοντες τὴν πρὸς ἀλλήλους εὔνοιαν σύνιμεν, πῶς ἔχθρας διὰ τοῦ σκώπτειν σκαλεύομεν; Σιωπᾶν δὲ κρεῖττον ἢ ἀντιλέγειν ἁμαρτίαν ἀμαθίᾳ προσφερομένους. «Μακάριος ὡς ἀληθῶς ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας» (Sir. XIV, 1), ἤτοι μετανοήσας ἐφ' οἷς λαλήσας ἥμαρτεν ἢ ἐν τῷ μηδένα λυπῆσαι λαλήσας.
[...] Εὖ γάρ τοι παραγγέλλειν ἡ Σοφία φαίνεται· «Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ' ἀγκῶνα μετ' αὐτῆς» (Sir. IX, 9). Τοῦτ' ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ' αὐτῆς. ∆ιὸ καὶ ἐπιφέρει· «Μηδὲ συμβολὰς ποίει μετ' αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ' αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν» (Ibid.)· Σφαλερὰ γὰρ ἡ πάροινος ἐλευθερία παρανοεῖν δυναμένη· ὕπανδρον δὲ ὠνόμασεν, ἐπεὶ μείζων ὁ κίνδυνος τῷ λῦσαι τὴν δέσιν τῆς συμβιώσεως πειρωμένῳ. Εἰ δὲ καὶ ἀνάγκη τις περιτύχοι παριέναι κελεύουσα, αἳ μὲν κεκαλύφθων ἅπαν ἀμπεχόνῃ ἔκτοσθεν, ἔνδοθεν δὲ αἰδοῖ· ὅσαι δὲ μὴ ὕπανδροι, ἐσχάτη ταύταις διαβολὴ εἰς ἀνδρῶν παρεῖναι συμπόσιον καὶ ταῦτα οἰνωμένων.
[...] «Φάγε», φησίν, «ὡς ἄνθρωπος τὰ παρακείμενα, παῦσαι πρῶτος χάριν παιδείας, καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς χεῖρα» (Sir. XXXI, 16-18). Οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ' οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι· οὐ γὰρ ὀψοφάγος φύσει, ἀλλὰ σιτοφάγος ἄνθρωπος.
Προανίστασθαι δὲ τῶν πολλῶν καὶ τοῦ συμποσίου ὑπεξιέναι ἐπιεικῶς ἀνδρὸς σώφρονος· «Ἐν ὥρᾳ γάρ», φησίν, «ἀναστάσεως μὴ οὐράγει καὶ ἀπότρεχε εἰς οἶκόν σου» (Sir. XXXIΙ, 11). Ἔλεγον δὲ οἱ δώδεκα προσκαλεσάμενοι τὸ πλῆθος τῶν μαθητῶν· «Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις» (Act. VI, 2). Εἰ δὴ τοῦτο ἐφυλάξαντο, πολλῷ μᾶλλον γαστριμαργίαν ἔφευγον.
[...] Ἐγὼ δ' ἄν μοι δοκῶ καὶ μέτρον ἐπιθεῖναι φωνῆς τοῖς σώφροσιν, οἷς γε ἐφεῖται λαλεῖν, τὸν ἀντιδιαλεγόμενον. Σιγὴ μὲν γὰρ ἀρετὴ γυναικῶν ἐστιν, ἀκίνδυνον δὲ τῶν νέων γέρας, λόγος δὲ ἀγαθὸν ἡλικίας δεδοκιμασμένης. «Λάλησον, πρεσβύτερε, ἐν συμποσίῳ· πρέπει γάρ σοι» (Sir. ΧΧΧΙΙ, 3)· ἀλλ' ἀπαραποδίστως λάλησον καὶ ἐν ἀκριβείᾳ ἐπιστήμης. «Νεανίσκε», καὶ σοὶ ἐπιτρέπει ἡ Σοφία, «λάλησον, εἰ χρεία σου, μόλις δὶς ἐπερωτηθεὶς κεφαλαίωσον λόγον ἐν ὀλίγοις» (Ibid. 7, 8).
[...] «Φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης» (Sir. IX, 18). Τῶν γοῦν φλυάρων καθάπερ τῶν παλαιῶν ὑποδημάτων, τὰ μὲν ἄλλα ὑπὸ τῆς κακίας κατατέτριπται, μόνη δὲ ἡ γλῶττα περιλείπεται εἰς βλάβην. Ταύτῃ τοι βιωφελέστατα ἡ Σοφία παραινεῖ «Μὴ ἀδολεσχεῖν ἐν πλήθει πρεσβυτέρων». Ἄνωθεν δὲ ἡμῶν τὴν φλυαρίαν ἐκκόπτουσα, θεόθεν ἄρχουσα, μετριάζειν νομοθετοῦσα ὧδέ πως· «Μὴ δευτερώσῃς λόγον, ἐν προσευχῇ σου» (Ibid. VII, 14).
CAPUT VIII
[...] Ἀρίστιππος γοῦν ὁ φιλόσοφος χρισάμενος μύρῳ κακοὺς κακῶς ἀπολωλέναι χρῆναι τοὺς κιναίδους ἔφασκεν τοῦ μύρου τὴν ὠφέλειαν εἰς λοιδορίαν διαβεβληκότας. «Τίμα δὲ ἰατρὸν πρὸς χρείαν αὐτοῦ», φησὶν ἡ Γραφή· «Καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Ὕψιστος, παρὰ δὲ Κυρίου ἐστὶν ἴασις». Εἶτα ἐπάγει· «Καὶ μυρεψὸς ποιήσει μίγμα» (Sir. XXXVIII, 1, 2, 7), ὡς εἰς ὠφέλειαν δηλονότι, οὐκ εἰς ἡδυπάθειαν δεδομένων τῶν μύρων.
[...] Ἀλλ' ἐξέβην γὰρ τοῦ παιδαγωγικοῦ τύπου τὸ διδασκαλικὸν εἶδος παρεισάγων, αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. Ὡς μὲν οὖν ἐν φαρμάκου μοίρᾳ ἰάσεως ἕνεκα, ἔσθ' ὅπῃ δὲ καὶ διαχύσεως σώφρονος, οὐκ ἀποβλητέον τὴν ἀπὸ τῶν ἀνθῶν τέρψιν καὶ τὴν ἀπὸ τῶν μύρων τε καὶ θυμιαμάτων ὠφέλειαν, δεδηλώκαμεν. Εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ· σούσινον μὲν ἐκ κρίνων καὶ λειρίων, ἔστι δὲ θερμαντικόν, ἀναστομωτικόν, ἑλκυστικόν, ὑγραντικόν, σμηκτικόν, λεπτομερές, χολῆς κινητικόν, μαλακτικόν· ναρκίσσινον δὲ τὸ ἐκ ναρκίσσου ἐπ' ἴσης ὀνίνησι τῷ σουσίνῳ· μύρσινον δὲ τὸ ἐκ μύρτων καὶ μυρρίνης στυπτικόν, παρακατέχον τὰς ἀπὸ τοῦ σώματος ἀποφοράς· τὸ δὲ ἐκ ῥόδων ἐμψυκτικόν. Καθόλου γὰρ καὶ ταῦτα εἰς τὴν ἡμετέραν εὐχρηστίαν δεδημιούργηται. «Εἰσακούσατέ μου», φησί, «καὶ ὡς ῥόδον πεφυτευμένον ἐπὶ ῥευμάτων ὑδάτων βλαστήσατε, ὡς λίβανος εὐωδιάσατε ὀσμήν, καὶ εὐλογήσατε Κύριον ἐπὶ τὰ ἔργα αὐτοῦ» (Sir. XXXIX, 13, 14).
Καὶ πολὺς ἂν εἴη ὁ περὶ τούτων λόγος, εἰς τὰς ἀναγκαίας ὠφελείας λεγόντων ἡμῶν τὰ ἄνθη καὶ τὰ ἀρώματα, οὐκ εἰς τὰς ὕβρεις τῆς τρυφῆς γεγονέναι. Εἰ δὲ καὶ ἄρα τι συγχωρητέον, ἀπόχρη τῆς ὀδμῆς ἀπολαύειν αὐτοῖς τῶν ἀνθῶν, μὴ καταστεφέτωσαν δέ· πολυωρεῖ γὰρ τὸν ἄνθρωπον ὁ πατὴρ καὶ τὴν ἰδίαν αὐτοῦ τέχνην τούτῳ παρέχει μόνῳ. Λέγει γοῦν ἡ Γραφή· «Ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ γάλα, σεμίδαλις πυροῦ καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον, ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά» (Ibid. 26, 27).
CAPUT X
[...] ∆ιψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι. Αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι τῷ δημιουργῷ. Οὐ δὴ θέμις ἐργαζομένην τὴν φύσιν ἤδη ἐνοχλεῖν ἔτι, περιττεύοντας εἰς ὕβριν· ὕβρις δέ, ἡ πολυώνυμος καὶ πολυειδής, ἐπειδὰν ἐκτραπῇ κατὰ τοῦτο τῆς ἀταξίας τὸ μέρος τὸ κατὰ τὴν ἀφροδίτην, λαγνεία κέκληται, τὸ λαϊκὸν καὶ δημῶδες καὶ ἄναγνον, τὸ περὶ τὰς ὀχείας τὸ καταφερές, ἐμφαίνοντος τοῦ ὀνόματος, ἐξ ὧν αὐξηθέντων τὸ πολὺ τῶν νοσημάτων πλῆθος ἐπισυμβαίνει, φιλοψία, φιλοινία, φιλογυνία, καὶ δὴ καὶ ἀσωτία καὶ φιληδονία πᾶσα, ὧν τυραννεύει ἐπιθυμία. Μυρία δὲ τούτοις αὔξεται ἀδελφὰ παθήματα, ἐξ ὧν τὸ ἀκόλαστον κορυφοῦται ἦθος· λέγει δὲ ἡ Γραφή· «Ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων» (Prov. XIX, 29), τὴν ἰσχὺν τῆς ἀκολασίας καὶ τὴν εὔτονον ὑπομονὴν ὤμους ἀφρόνων καλοῦσα. ∆ιὰ τοῦτό τοι, «Ἀπόστησον ἀπὸ τῶν δούλων σου ἐλπίδας κενάς, καὶ ἐπιθυμίας», φησίν, «ἀπρεπεῖς ἀπόστρεψον ἀπ' ἐμοῦ, κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με» (Isa. XXX, 1; Sir. XXIII, 5, 6).
[...] ὅτι παρὰ φύσιν· ταύτας ἡγοῦνται οἱ πολλοὶ τρυφάς, τὰς ἑαυτῶν ἁμαρτίας, οἱ δὲ τούτων ἐπιεικέστεροι γνωρίζουσι μὲν οὔσας αὐτὰς ἁμαρτίας, ἡττῶνται δὲ τῶν ἡδονῶν. Καὶ τὸ σκότος αὐτοῖς ἐστι προκάλυμμα τῶν παθῶν· μοιχεύει γὰρ τὸν ἑαυτοῦ γάμον ὁ ἑταιριζόμενος αὐτόν, καὶ οὐκ ἀκούει τοῦ παιδαγωγοῦ βοῶντος· «Ὁ ἄνθρωπος ὁ ἀναβαίνων ἐπὶ τῆς κλίνης αὐτοῦ, ὁ λέγων ἐν τῇ ψυχῇ· Τίς με ὁρᾷ; Σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοι σκέπη μου, καὶ οὐδεὶς βλέπει τὰς ἁμαρτίας μου· Τί εὐλαβοῦμαι, μὴ μνησθήσεται ὁ Ὕψιστος» (Sir. XXIII, 17, 18). Ταλάντατος μὲν οὗτος, ὀφθαλμοὺς ἀνθρώπων δεδιὼς μόνους, λήσειν δὲ τὸν θεὸν ὑπονοῶν. «Οὐ γὰρ γινώσκει», φησὶν ἡ Γραφή, «ὅτι ὀφθαλμοὶ κυρίου ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἳ ἐπιβλέπουσι πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦσιν εἰς ἀπόκρυφα μέρη». Ταύτῃ τε πάλιν ὁ Παιδαγωγὸς αὐτοῖς ἀπειλεῖ διὰ Ἡσαΐου λέγων· «Οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἐροῦσι· Τίς ἡμᾶς ὁρᾷ;» (Isa. XXIX, 15) Λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡράκλειτος· «Τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;» Μηδαμῶς τοίνυν ἐπικαλυπτώμεθα τὸ σκότος, τὸ γὰρ φῶς ἔνοικον ἡμῖν· Καὶ ἡ σκοτία», φησίν, «αὐτὸ οὐ καταλαμβάνει» (Joan. I, 5). Καταυγάζεται δὲ αὐτὸ ἡ νὺξ τῷ σώφρονι λογισμῷ· λογισμοὺς δὲ ἀνδρῶν ἀγαθῶν, «οὓς ἀκοιμήτους λύχνους», ὠνόμασεν ἡ Γραφή.
[...] Μέμνησθε γὰρ τὰς τέτταρας καὶ εἴκοσι χιλιάδας διὰ πορνείαν ἀπωσμένας, τὰ δὲ παθήματα τῶν πορνευσάντων, ὡς ἤδη μοι λέλεκται, τύποι παιδαγωγοῦντες ἡμῶν τὰς ἐπιθυμίας εἰσίν. Ἡμῖν δὲ ὁ παιδαγωγὸς παραινεῖ σαφέστατα· «Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου» (Sir. XVIII, 30)· «Οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἐκβήσεται, σῆψις καὶ σκώληξ κληρονομήσουσιν αὐτόν, καὶ ἐξαρθήσεται ἐν παραδειγματισμῷ μείζονι» (Ibid. XIX, 2, 3), καὶ πάλιν οὐ γὰρ ἀποκάμνει ὠφελῶν· «ὁ δὲ ἀντοφθαλμῶν ἡδονῇ στεφανοῖ τὴν ζωὴν αὐτοῦ» .
[...] Παραινεῖ δὲ διαρρήδην ὁ παιδαγωγός· «Ἐν περιβολῇ ἱματίου οὐ μὴ καυχήσῃ, μηδὲ ἐπαίρου ἐν δόξῃ πάσῃ ἀπαραμόνῳ οὔσῃ» (Sir. XI, 4). Ἐπισκώπτων γοῦν τοὺς τοῖς μαλακοῖς ἠμφιεσμένους ἱματίοις ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ ἐν τρυφῇ διάγοντες ἐν τοῖς βασιλείοις εἰσί τοῖς ἐπιγείοις» (Luc. VII, 25)· βασιλείοις λέγει, τοῖς φθαρτοῖς, ἔνθα δοξοκαλία καὶ δοξοκοπία καὶ κολακεία καὶ πλάνη· οἱ δὲ τὴν οὐράνιον θεραπεύοντες αὐλὴν περὶ τὸν πάντων βασιλέα τὴν ἀκήρατον τῆς ψυχῆς ἐσθῆτα, τὴν σάρκα, ἁγιάζονται, καὶ ταύτῃ ἐπενδύονται ἀφθαρσίαν.
LIBER TERTIUS
CAPUT III
[...] Ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος· «Παλαιὸν ἡμερῶν» κέκληκεν αὐτὸν ἡ προφητεία· «καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν» (Dan. VII, 9), ὁ προφήτης λέγει· «Οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ Κύριος, δύναται ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν» (Matth. V, 36). Πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ' αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα; «Στέφανος δὲ γερόντων πολυπειρία» (Sir. XXV, 6), φησὶν ἡ Γραφή· καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας· οἳ δὲ τὸ πρεσβεῖον τῆς ἡλικίας, τὸν πολιέα, καταισχύνουσιν.
[...] ∆ῆλοι δὲ οἱ τοιοῦτοι ἐλεγχόμενοι τὸν τρόπον ἔξωθεν ἀμπεχόνῃ, ὑποδέσει, σχήματι, βαδίσματι, κουρᾷ, βλέμματι· «Ἀπὸ ὁράσεως γὰρ ἐπιγνωσθήσεται ἀνήρ», ἡ Γραφὴ λέγει, «καὶ ἀπὸ ἀπαντήσεως ἀνθρώπου ἐπιγνωσθήσεται ἄνθρωπος· στολισμὸς ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ» (Sir. XIX, 29, 30).
CAPUT IV
[...] «Οὐκ ἔσῃ δὲ μετὰ πολλῶν», φησίν, «ἐπὶ κακίᾳ, οὐδὲ προσθήσῃ μετὰ πλήθους» (Exod. XXIII, 2), ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. Αἳ δὲ οὐ διὰ σεμνότητα τοῦ κατασκοπεῖσθαι μὴ βούλεσθαι συνωνοῦνται τοὺς φορεῖς–ἀγαπητὸν γὰρ ἦν ἄν, εἰ τῇ διαθέσει ταύτῃ προσεβάλλοντο τὴν σκέπην–, ἀλλὰ θρυπτόμεναι ἐπο χοῦνται τοῖς οἰκέταις ἐμπομπεύειν γλιχόμεναι. Ἀναπεπταμένης γοῦν τῆς αὐλαίας περιβλέπουσαι δριμύτερον τοὺς εἰς αὐτὰς ἀφορῶντας διελέγχονται τὸν τρόπον, πολλάκις δὲ καὶ προκύπτουσιν ἔνδοθεν τὴν ἐπιπόλαιον σεμνότητα καταισχύνουσαι τῇ ὀλισθαινούσῃ περιεργίᾳ. «Μὴ περιβλέπου δέ», φησί, «ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς» (Sir. IX, 7), ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν.
[...] Ὅθεν ἐρρωμενέστατα ἡ Γραφὴ παραινεῖ· «Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου» (Ibid. XI, 29)· Ἀλλαχοῦ δὲ «ἄνδρες δίκαιοι», φησὶν, «ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου τὸ καύχημά σου διαμενεῖ» (Ibid. IX, 16). Ἐς κόρακας ἡ πορνεία· «Εὖ γὰρ τοῦτο ἴστε», φησὶν ὁ Ἀπόστολος, «ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ» (Ephes. V, 5). Αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον· ἔστι δ' ὅτε καὶ ὑπεκκαιόμενοι διὰ τὴν τυχοῦσαν ὀργήν, ἤτοι πόρνοι αὐτοὶ ἢ καὶ κιναίδων ὄχλον εἰς ὄλεθρον ἐζηλωκότες, ἐπικροτοῦσι τῇ ῥινὶ βατράχων δίκην, καθάπερ ἔνοικον τοῖς μυκτῆρσι τὴν χολὴν κεκτημένοι.
CAPUT XI
[...] Εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ' ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ «Κόσμος», κατὰ τὴν Γραφὴν, «χρυσοῦς φρονίμῳ παιδεία» (Sir. XXI, 21). Αἱ δὲ χρυσοφοροῦσαι τῶν γυναικῶν δεδιέναι μοι δοκοῦσιν, μή, ἢν ἀφέληταί τις αὐτῶν τὰ χρυσία, δοῦλαι νομισθῶσιν οὐ κοσμούμεναι. Τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις, θεῷ δὲ εἰσπεποιημένοις.
[...] Αἱ ταῦτα ἐπιτηδεύουσαι γυναῖκες ἰδίαις ὄψεσι προαγωγεύουσιν αὑτάς· «Λύχνος γὰρ τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός» (Matth. VI, 22), φησὶν ἡ Γραφή, δι' οὗ καταφαίνεται τὰ ἔνδον φωτὶ τῷ φαινομένῳ καταυγαζόμενα. «Πορνεία δὲ γυναικὸς ἐν μετεωρισμῷ ὀφθαλμῶν» (Sir. XXVI, 9). Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ, ὁ μὲν Ἀπόστολος βοᾷ, ἡμεῖς δὲ ἀναζωπυροῦμεν τὰ πάθη καὶ οὐκ αἰσχυνόμεθα. Αἳ μὲν αὐτῶν μαστίχην ἐντραγοῦσαι, περιιοῦσαι, σεσήρασι τοῖς παριοῦσιν, αἳ δὲ τὰς κεφαλάς, ὡς μὴ δακτύλους ἔχουσαι, ταῖς ὑπ' αὐτῶν φερομέναις περόναις σκαλεύουσαι θρύπτονται, καὶ ταύτας ἢ χελώνης ἢ ἐλέφαντος ἤ τινος ἄλλου ζῴου νεκροῦ πεποιη μένας πολυπραγμονοῦσιν.
[...] Καὶ γὰρ οὖν καὶ τοῦτο παραφυλακτέον, ὥς φησιν ὁ Ἀπόστολος, «μή τις ἡμᾶς μωμήσηται· προνοούμενοι γὰρ καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων» (II Cor. VIII, 20, 21). «Ἀπόστρεψον δὲ τὸν ὀφθαλμὸν ἀπὸ γυναικὸς κεχαριτωμένης, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον» (Sir. IX, 8), φησὶν ἡ Γραφή. Κἂν πύθῃ τὴν αἰτίαν, προσεπεξηγήσεταί σοι· «Ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἀπεπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται» (Ibid.), εἰς πῦρ ἄγουσα ἀκατάπαυστον διὰ τὴν ἁμαρτίαν ἡ ἐκ πυρὸς ὁρμωμένη φιλία, ἣν ἔρωτα κεκλήκασιν.
Stromata
LIBER PRIMUS
CAPUT IV
[...] Ἔχουσι μέν τι οἰκεῖον φύσεως ἰδίωμα οἱ σοφοὶ τῇ διανοίᾳ, λαμβάνουσι δὲ πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν, ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός. καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθ' ἣν τῶν μέτρων οἱ ποιηταὶ καὶ τῆς λέξεως οἱ σοφισταὶ καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατ' αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξει δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις. Εἰκότως τοίνυν ὁ Ἀπόστολος «πολυποίκιλον» εἴρηκεν «τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως» (Ephes. III, 10; Hebr. I, 1), διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν· «Ὅτι πᾶσα σοφία παρὰ Κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα» (Sir. I, 1), ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
CAPUT V
[...] Εἶεν δ' ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς» (Matth. XXIII, 37; Luc. XIII, 34). Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; «ἠθέλησε» μέν, οὐκ ἠδυνήθη δέ· Ποσάκις δὲ ἢ ποῦ; Δίς, διά τε προφητῶν καὶ διὰ τῆς παρουσίας. Πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ «ποσάκις» ἐνδείκνυται λέξις, καὶ καθ' ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι· «Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην» (Sap. I, 7).
CAPUT X
[...] Τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι [καὶ] κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε, Καδμείαν νίκην ἀπηνέγκαντο. Παντὸς γὰρ μᾶλλον ἀληθὴς ὁ ψαλμὸς ἐκεῖνος· «Ὁ δίκαιος ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας» (Psal. XLVIII, 10, 11). Τίνας δὴ σοφοὺς λέγει; ἄκουσον ἐκ τῆς σοφίας Ἰησοῦ· «Οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη» (Sir. XIX, 22). Ταύτην δὴ λέγει, ἣν ἐπενόησαν τέχναι λεκτικαί τε καὶ διαλεκτικαί. «Ζητήσεις οὖν σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις» (Prov. XIV, 6). Κἂν πύθῃ πάλιν· ποίαν ταύτην, «Στόμα δικαίου φήσει σοι ἀποστάξει σοφίαν» (Ibid. X, 31)· σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ σοφιστικὴ λέγεται τέχνη. Ἐμοὶ δὲ εἰκότως, οἶμαι, πρόκειται βιοῦν μὲν κατὰ τὸν Λόγον καὶ νοεῖν τὰ σημαινόμενα, εὐγλωττίαν δὲ μή ποτε ζηλοῦντα ἀρκεῖσθαι μόνῳ τῷ αἰνίξασθαι τὸ νοούμενον.
LIBER SECUNDUS
CAPUT II
«Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου» (Prov. III, 5), αἱ Παροιμίαι λέγουσιν, «ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ» (Ibid. 6). Βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις· Ὀ δὲ πούς σου μὴ προσκοπτέτω, λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῇ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει. Ὅθεν ἐπάγει· «Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ» (Ibid. 7), κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ. Ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. Φησὶ γάρ· Καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ. Αὕτη παιδεία σοφίας· «Ὅν γὰρ ἀγαπᾷ Κύριος παιδεύει» (Ibid. 12), ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν. Ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής. Φησὶ γοῦν ἐν τῇ Σοφίᾳ· «Αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου» (Sap. VII, 17), καὶ τὰ ἑξῆς, ἕως· «Καὶ δυνάμεις ῥιζῶν» (Ibid. 20). Ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων. Ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δι' ὧν ἐπάγει· «Ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία» (Ibid. 21). Ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ' ἡμᾶς φιλοσοφίας.
CAPUT V
[...] Ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις. Εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι· «Σοφία ἐν στόματι πιστῶν» (Sir. XV, 9, 10). Ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. Διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία. Δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πιστή, ἀλλ' οὐκ ἀπόδειξις εἶναι. Καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ Σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ. Ὃ δὲ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» (), λέγει. Καὶ τίς οὗτος; Ἐπίχαρμος εἰπάτω· «Νοῦς ὁρῇ [καὶ] νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά». Ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡράκλειτός φησιν, ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ' εἰπεῖν, ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος· «Ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ» (Sir. VI, 33).
CAPUT VII
[...] Αὐτίκα ὁ Ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. Πῶς δ' οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, «ὁ παιδαγωγὸς εἰς Χριστὸν» (Galat. III, 24) δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; «Οὐ βούλομαι», φησίν, «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» (Ezech. XXXIII, 11; XVIII, 23, 32). Μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν. «θάνατον», οἶμαι, τὴν ἄγνοιαν λέγει· «Καὶ ὁ ἐγγὺς Κυρίου πλήρης μαστίγων» (Judith VIII, 27)· ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιῶν, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύει· «Υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Υἱὸς δὲ νοήμων δέξεται ἐντολάς» (Prov. X, 4, 5, 8). Καὶ Βαρνάβας ὁ Ἀπόστολος, «Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες» (Isa. V, 21), προτάξας, ἐπήγαγεν· Πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφ' ὅσον ἐστὶν ἐφ' ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. Ὅθεν, «Ἀρχὴ σοφίας φόβος θεοῦ» (Prov. I, 7) θείως λέλεκται.
CAPUT XV
[...] «Μεγάλη γὰρ χαρὰ παρὰ τῷ Πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος» (Luc. XV), ὁ Κύριός φησι. Ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ Κύριος. Ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ' Ἕλλησι σοφῶν, τὸ ἕπου «θεῷ ἀπεφθέγξατο. Οἱ δὲ εὐσεβεῖς», φησὶν Ἡσαΐας, «συνετὰ ἐβουλεύσαντο» (Isa. XXXII, 8). Βουλὴ δέ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα. Τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμη μετάνοιαν πέφυκε γεννᾶν; Ἡ συγγνώμη δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. Τὸ δ' αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ. Ἐντεῦθέν τις τῶν παρ' Ἕλλησι σοφῶν, «Συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο», ὥσπερ ἀμέλει καὶ τὸ, «Ἐγγύα, πάρα δ' ἄτα», ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης· «Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος» (Prov. VI, 1, 2). Μυστικώτερον δὲ ἤδη τὸ Γνῶθι σαυτὸν ἐκεῖθεν εἴληπται· «Εἶδες τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου». Ταύτῃ που «Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν· ἐν ταύταις» λέγει «ταῖς ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι» (Luc. X, 27; Matth. XXII, 37, 39, 40; Marc. XII, 30). Συνᾴδει τούτοις κἀκεῖνα· «Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῇ· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς» (Joan. XV, 11, 12)· «Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ Κύριος» (Psal. CII, 8; CX, 4), καὶ Χρηστὸς Κύριος τοῖς σύμπασι. Σαφέστερον δὲ τὸ, «Γνῶθι σαυτὸν», παρεγγυῶν ὁ Μωυσῆς λέγει πολλάκις· «Πρόσεχε σεαυτῷ» (Gen. XXIV, 6; Exod. X, 28; XXXIV, 12; Deut. IV, 9). Ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. «Φόβος δὲ Κυρίου παιδεία καὶ σοφία» (Sir. I, 27).
CAPUT XXIII
[...] Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν οὖν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων μεταλαμπαδευομένην. ∆ημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκὰς ἀπὸ τῶν ἀναγκαιοτέρων. Συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ ἀοχλησίᾳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται. Ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὅ τε γάμος ἥ τε παιδοτροφία, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. Συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν, οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι. Ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδονήν. Οὐκ ἂν οὖν ἐκφύγοιεν τὴν Βουζύγιον ἀρὰν ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἢ αὖ τοὔμπαλιν. Τοῦτο βραχέως ἡ Γραφὴ δεδήλωκεν εἰρηκυῖα· «Ὃ μισεῖς, ἄλλῳ οὐ ποιήσεις» (Tob. IV, 16).
LIBER TERIUS
CAPUT XVI
[...] «Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα» (Jer. XX, 14) ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ ἀπειθείᾳ· ἐπιφέρει γοῦν· «Διὰ τί γὰρ ἐγεννήθην τοῦ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;» (Ibid. 18) Αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων ἐδιώκοντό τε καὶ ἐκινδύνευον. «Διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ;» (IV Esdr. V, 35) Ἔσδρας ὁ προφήτης λέγει. «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου», Ἰώβ φησιν, «οὐδ' εἰ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ» (Job. XIV, 4, 5).
LIBER QUARTUS
CAPUT XI
[...] ∆ιὰ τί δὲ οὐ βοηθεῖσθε διωκόμενοι; φασί. Τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτούς, θανάτῳ ἀπολυόμενοι πρὸς τὸν Κύριον καὶ καθάπερ ἡλικίας μεταβολήν, οὕτω δὲ καὶ βίου ἐναλλαγὴν ὑπομένοντες; Εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς ταχείας ἀποδημίας παρεσχημένοις, εἰ δι' ἀγάπην μαρτυροῖμεν· εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς. Εἰ ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, ἐκλογὴ δὲ οὐκ ἂν ἦν. Ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, «φῶς» οὖσα «τοῦ κόσμου» (Matth. V, 14), ἐλέγχει τὴν ἀπιστίαν. «Ἐμὲ μὲν γὰρ Ἄνυτός τε καὶ Μέλητος ἀποκτείνειεν μέντ' ἄν, βλάψειεν δ' ἂν οὐδ' ὁπωστιοῦν· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι τὸ ἄμεινον πρὸς τοῦ χείρονος βλάπτεσθαι» (Psal. CXVII, 6). Ὥστε θαρροῦντα ἡμῶν ἕκαστον λέγειν· «Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος» (Sap. III, 1).
CAPUT XVI
[...] Ἡ θεία Σοφία περὶ τῶν μαρτύρων λέγει· «Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἳ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης» (Sap. III, 2, 3, 4). Εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσα· «Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς» (Ibid. 5)· τουτέστιν, εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι· «καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, υἱοὺς κληθῆναι» (Ibid.). δηλονότι. «Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας» (Ibid. 6, 7, 8).
LIBER QUINTUS
CAPUT III
[...] Αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ. Ἀκηκόασι γάρ, οἶμαι, τῆς καλῆς ἐκείνης λεγούσης ἡμῖν Σοφίας· «Εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε» (Sir. XXVII, 12). καὶ πάλιν· «Σοφοὶ κρύψουσιν αἴσθησιν» (Prov. X, 14). Ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἱ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτηρίᾳ.
CAPUT XIV
[...] Παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον· «Διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα» (Sap. VII, 24), ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ.
LIBER SEXTUS
CAPUT VI
[...] Τῶν ἀκαθάρτων ζῴων τὰ θηρία τοῦ ἀγροῦ γιγνώσκεται, τουτέστι τοῦ κόσμου, ἐπεὶ τοὺς εἰς πίστιν ἀγρίους καὶ ῥυπαροὺς τὸν βίον μηδὲ τῇ κατὰ νόμον δικαιοσύνῃ κεκαθαρμένους θηρία προσαγορεύει. Μεταβαλόντες μέντοι ἐκ τοῦ εἶναι θηρία διὰ τῆς Κυριακῆς πίστεως ἄνθρωποι γίνονται θεοῦ, τὴν ἀρχὴν ἐκ τοῦ θελῆσαι μεταβάλλεσθαι εἰς τὸ γενέσθαι προκόπτοντες. Τοὺς μὲν γὰρ προτρέπει ὁ Κύριος, τοῖς δὲ ἤδη ἐγχειρήσασι καὶ χεῖρα ὀρέγει καὶ ἀνέλκει· «Οὐ γὰρ ὑποστέλλεται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος, ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ πάντων» (Sap. VI, 7). καὶ ὁ ∆αβίδ φησιν· «Εἰ δὲ καὶ ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν» (Psal. IX, 16), «ἀλλὰ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει» (Ibid. 10). Εὐκαίρως ἄρα εὐηγγελίσθησαν οἱ ἐν «θλίψει» ὄντες. Καὶ διὰ τοῦτό φησιν· «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ» (Ibid. 12), ἵνα μὴ ἀδίκως κριθῶσιν.
CAPUT VIII
[...] ὁ Γνωστικὸς δὲ ἐκεῖνος, περὶ οὗ λέγω, τὰ δοκοῦντα ἀκατάληπτα εἶναι τοῖς ἄλλοις αὐτὸς καταλαμβάνει, πιστεύσας ὅτι οὐδὲν ἀκατάληπτον τῷ Υἱῷ τοῦ θεοῦ, ὅθεν οὐδὲ ἀδίδακτον· ὁ γὰρ δι' ἀγάπην τὴν πρὸς ἡμᾶς παθὼν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν τῆς γνώσεως. Γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, «οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων», (Sap. VII, 17, 18) ὁ τῆς σοφίας μαθητής.
CAPUT XI
[...] Τοιαύτην τινὰ Ἐκκλησίαν ὁ ∆αβὶδ διαγράφει· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη» (Psal. XLIV, 10), καὶ τοῖς Ἑλληνικοῖς καὶ περιττοῖς· «ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη» (Ibid. 14). Ἡ ἀλήθεια δὲ διὰ τοῦ Κυρίου. «Βουλὴν γάρ σου», φησί, «τίς ἔγνω, εἰ μὴ σὺ δέδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου Πνεῦμα ἀπὸ ὑψίστων; καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ τῆς γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν οἱ ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν» (Sap. IX, 17, 18, 19).
[...] Ὁρᾷς τὴν τῶν μαθημάτων πηγὴν ἐκ τῆς σοφίας ὁρμωμένην; Τοῖς δὲ ὑποκρούουσι, Τί γὰρ ὄφελος εἰδέναι τὰς αἰτίας τοῦ πῶς κινεῖται ὁ ἥλιος, φέρε εἰπεῖν, καὶ τὰ λοιπὰ ἄστρα ἢ τὰ γεωμετρικὰ θεωρήματα ἐπεσκέφθαι ἢ τὰ διαλεκτικὰ καὶ τῶν ἄλλων ἕκαστον μαθημάτων; Πρὸς γὰρ καθηκόντων ἀπόδοσιν ταῦτα μηδὲν ὠφελεῖν, εἶναί τε ἀνθρωπίνην σύνεσιν τὴν Ἑλληνικὴν φιλοσοφίαν, μὴ γὰρ εἶναι διδακτὴν τῆς ἀληθείας, ἐκεῖνα λεκτέον, Πρῶτον μέν, ὅτι καὶ περὶ τὰ μέγιστα τῶν ὄντων πταίουσιν οὗτοι, τουτέστι τὴν προαίρεσιν τοῦ νοῦ. «Οἱ γὰρ φυλάσσοντες», φησίν, «ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν» (Sap. VI, 10). Ὁ γνωστικὸς γὰρ μόνος εὐλόγως πάντα ὁσίως πράξει τὰ πρακτέα, ὡς μεμάθηκεν κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν δι' ἀνθρώπων παραλαβών. Πάλιν τε αὖ ἀκούειν ἔξεστιν· «Ἐν γὰρ χειρὶ αὐτοῦ», τουτέστι τῇ δυνάμει καὶ σοφίᾳ, «καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις, καὶ ἐργατειῶν ἐπιστήμη» (Ibid. VII, 16)· «οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα» (Ibid. 28). Ἔπειτα δὲ οὐκ ἀνέγνωσαν τὸ πρὸς τοῦ Σολομῶντος εἰρημένον. Περὶ γὰρ νεὼς κατασκευῆς διαλαβὼν, ἄντικρύς φησιν· «Τεχνῖτις δὲ σοφία κατεσκεύασεν· ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια» (Ibid. XIV, 2, 3).
[...] Ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι. Μαθεῖν δ' ἐκ τῶνδ' ἔξεστιν· «Καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· Σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις» (Sap. VIII, 7).
CAPUT XII
[...] Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ' ὃ μὲν μᾶλλον, ὃ δ' ἧττον πρόσεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ' αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς τοὐναντίον ἀπετράπησαν. Πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν πολλῷ καμάτῳ περιγίνεται. «Ἀλλ', ὡς ἔοικεν, οὐκ ἔγνωσαν μυστήρια θεοῦ, ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν» (Sap. II, 22, 23), καθ' ἣν ἰδιότητα τοῦ πάντα εἰδότος ὁ γνωστικὸς καὶ δίκαιος καὶ ὅσιος μετὰ φρονήσεως εἰς μέτρον ἡλικίας τελείας ἀφικνεῖσθαι σπεύδει. Ὅτι δ' οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ, «Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς», φησίν, «ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων» (Psal. XVI, 3, 4).
[...] Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν τὴν ὥραν, δι' ἀγάπης οἰκειούμενος τῷ θεῷ. Καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν Κύριον δημιουργίαν τε καὶ οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δι' ἐπιγνώσεως τῆς διὰ τοῦ Υἱοῦ τοῦ θεοῦ, πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης Γραφῆς· «Ἀγαθὸν νηστεία μετὰ προσευχῆς» (Tob. XII, 8).
CAPUT XIV
[...] Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν· «Ὄψονται γὰρ τελευτὴν σοφοῦ, καὶ οὐ νοήσουσι τί ἐβουλεύσατο περὶ αὐτοῦ, καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ Κύριος» (Sap. IV, 17)· ἐπί τε τῆς δόξης ἐροῦσιν αὐτοῦ· «Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες. Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;» (Sap. V, 4, 5)
[...] Εἰκότως οὖν εἴρηται· «Καὶ οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ» (Sap. III, 9)· ὁρᾷς οἷα περὶ τῶν γνωστικῶν διαλέγεται ἡ σοφία· ἀναλόγως ἄρα καὶ [αἱ] μοναὶ ποικίλαι κατ' ἀξίαν τῶν πιστευσάντων. Αὐτίκα ὁ Σολομών· «Δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως ἡ χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηρέστερος» (Ibid. 14). Τὸ συγκριτικὸν γὰρ δείκνυσι μὲν τὰ ὑποβεβηκότα ἐν τῷ ναῷ τοῦ θεοῦ, ὅς ἐστιν ἡ πᾶσα Ἐκκλησία· ἀπολείπει δὲ ἐννοεῖν καὶ τὸ ὑπερθετικόν, ἔνθα ὁ Κύριός ἐστιν. Ταύτας ἐκλεκτὰς οὔσας τὰς τρεῖς μονὰς οἱ ἐν τῷ Εὐαγγελίῳ ἀριθμοὶ αἰνίσσονται, «ὁ τριάκοντα καὶ [ὁ] ἑξήκοντα καὶ ὁ ἑκατόν» ()· καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς «ἄνδρα τέλειον ἀφικνουμένων κατ' εἰκόνα τοῦ Κυρίου· ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον· ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά· οὐδὲ μὴν ἡ κατ' ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον· ἀσεβὴς γὰρ καὶ ἥδε ἡ ἔκδοσις, τὴν αὐτὴν ἀρετὴν εἶναι ἀνθρώπου καὶ τοῦ παντοκράτορος θεοῦ προσδοκησάντων· «Ὑπέλαβες, φησίν ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἀλλ' ἀρκετὸν γὰρ τῷ μαθητῇ γενέσθαι ὡς ὁ διδάσκαλος» (Matth. XIII, 8), λέγει ὁ Διδάσκαλος. Καθ' ὁμοίωσιν οὖν τοῦ θεοῦ ὁ εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυρίων καὶ θεῶν γίνεται, ἐάν, καθὼς αὐτὸς ἐδίδαξεν ὁ Κύριος, κατὰ τὸ Εὐαγγέλιον τελειωθῇ.
CAPUT XV
[...] Περὶ δὲ τῆς γνώσεως ὁ Σολομὼν διαλεγόμενος τάδε φησί· «Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν· φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. Ὁ ὀρθρίσας ἐπ' αὐτὴν οὐ κοπιάσει· τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα» (Sap. VI, 12-16) - «οὐ γὰρ πάντων ἡ γνῶσις» (I Cor. VIII, 7) - «καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς» (Sap. VI, 16)· τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας πολυειδία. Αὐτίκα ἐπιφέρει· «Καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς» (Ibid. 16), ποικίλως θεωρουμένη, διὰ πάσης δηλονότι παιδείας. Εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην [καὶ] ἀληθῆ ὧδέ πως ἐπάγων ἐπιφοράν· «Ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία», τουτέστι τῆς γνώσεως, «φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. Ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν» (Ibid. 17-20).