ATANÁSIO DE ALEXANDRIA

Περὶ τῶν θείων Γραφῶν

Acerca das divinas Escrituras

Ἀλλ' ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν, ὡς νεκρῶν· περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας γραφάς· καὶ φοβοῦμαι μήπως, ὡς ἔγραψεν Κορινθίοις Παῦλος, ὀλίγοι τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγιότητος πλανηθῶσιν, ἀπὸ τῆς πανουργίας τινῶν ἀνθρώπων, καὶ λοιπὸν ἐντυγχάνειν ἑτέρους ἄρξωνται, τοῖς λεγομένοις ἀποκρύφοις, ἀπατώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων· παρακαλῶ ἀνέχεσθαι εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω, διάτε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς ἐκκλησίας.

Mas, desde que fizemos menção dos hereges como mortos e de nós mesmos como possuidores das divinas Escrituras para a salvação; e receio que, como Paulo escreveu aos Coríntios, alguns dos incautos sejam afastados de sua simplicidade e santidade por causa da astúcia dos homens, e então comecem a ler outros livros, porque foram enganados pela homonímia dos genuínos com os chamados apócrifos; exorto-vos a que permaneceis firmes se eu, por estas lembranças, escrevo acerca do que conheceis bem, considerando a necessidade e a utilidade da Igreja.

Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ· λέγων καὶ αὐτός· Ἐπειδή περιτινες ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα, καὶ ἐπιμῖξαι ταῦτα τῇ θεοπνεύστῳ γραφῇ, περὶ ἧς ἐπληφορήθημεν, καθὼς παρέδοσαν τοῖς πατράσιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου· ἔδοξεν κἀμοί προτραπέντι παρὰ γνησίων ἀδελφῶν, καὶ μαθόντι ἄνωθεν ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα πιστευθέντα τε θεῖα εἶναι βιβλία· ἵνα ἕκαστος· εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων· ὁ δὲ καθαρὸς διαμείνας, χαίρῃ πάλιν ὑπομιμνησκόμενος.

Tendo intenção de lembrar-vos destas coisas, servir-me-ei, para o elogio de minha audácia, do argumento do evangelista Lucas, dizendo como ele: Visto que alguns empreenderam compor para si próprios os chamados apócrifos, e relacioná-los com a Escritura divinamente inspirada, em torno da qual fomos plenamente instruídos, conforme a transmitiram aos Pais os que, desde o princípio, foram testemunhas oculares e ministros da Palavra. Pareceu conveniente também a mim, tendo sido persuadido por verdadeiros irmãos e tendo aprendido desde o princípio, ordenar os livros canonizados, transmitidos e cridos como divinos; para que cada um, se foi enganado, possa condenar os impostores; e para que aquele que permaneceu puro possa alegrar-se outra vez recordando destas coisas.

Ἔτι τοίνυν τῆς μὲν Παλαιᾶς Διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο· τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ' Ἑβραίοις εἶναι παραδέδονται. τῇ δὲ τάξει καὶ τῷ ὀνόματι ἔστιν ἕκαστον οὕτως· πρῶτον Γένεσις, εἶτα Ἔξοδος, εἶτα Λευιτικόν, καὶ μετὰ τοῦτο Ἀριθμοί, καὶ λοιπόν τὸ ∆ευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστὶν Ἰησοῦ ὁ τοῦ Ναυῆ, καὶ Κριταί. καὶ μετὰ τοῦτο ἡ Ρούθ. καὶ πάλιν ἑξῆς Βασιλειῶν τέσσαρα βιβλία· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται· τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα Παραλειπόμενα α καὶ β, ὁμοίως εἰς ἓν βιβλίον ἀριθμούμενα, εἶτα Ἔσδρας α καὶ β ὁμοίως εἰς ἕν, μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι. εἶτα Ἐκκλησιαστής, καὶ Ἆσμα ᾀσμάτων. πρὸς τούτοις ἔστι καὶ Ἰώβ, καὶ λοιπόν Προφῆται· οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι. εἶτα Ἡσαΐας, Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ, Θρῆνοι καὶ ἐπιστολή, καὶ μετ' αὐτὸν Ἐζεκιὴλ καὶ ∆ανιήλ. ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵσταται.

Ademais, então, a totalidade dos livros do Antigo Testamento é vinte e dois em número, pois, como tenho ouvido, foi-nos transmitido que essa é também a totalidade das letras do alfabeto hebraico. Ora, com respeito à ordem e ao nome de cada um deles, são os seguintes: O primeiro é Gênesis, depois Êxodo, em seguida Levítico, depois Números, e então Deuteronômio. Na sequência destes, há Jesus, filho de Nave, e Juízes. Depois Rute. E, de novo, na sequência, os quatro livros dos Reinos, destes, o Primeiro e o Segundo são contados como um só livro. O Terceiro e o Quarto, igualmente, um só. Depois destes, o Primeiro e o Segundo dos Paralipômenos, contados, igualmente, como um só livro. Em seguida, o Primeiro e o Segundo de Esdras, igualmente, um só. Depois destes, o livro dos Salmos; e, na sequência, Provérbios. Em seguida, Eclesiastes, e Cântico dos cânticos. Além destes, há também Jó, e então os Profetas. Os Doze, contados como um só livro. Depois, Isaías, Jeremias, e, com ele, Baruc, Lamentações e a Epístola; e, em seguida, Ezequiel e Daniel. Até aqui, estão indicados os livros do Antigo Testamento.

Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν· ἔστι γὰρ ταῦτα. εὐαγγέλια τέσσαρα· κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν, κατὰ Ἰωάννην. εἶτα μετὰ ταῦτα Πράξεις ἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν ἀποστόλων ἑπτά· οὕτως μὲν α. [Ἰακώβου] Πέτρου δὲ β. εἶτα Ἰωάννου γ. καὶ μετὰ ταύτας Ἰούδα α. πρὸς τούτοις Παύλου ἀποστόλου εἰσὶν ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτως· πρώτη πρὸς Ρωμαίους· εἶτα πρὸς Κορινθίους δύο. καὶ μετὰ ταῦτα πρὸς Γαλάτας. καὶ ἑξῆς πρὸς Ἐφεσίους. εἶτα πρὸς Φιλιππησίους καὶ πρὸς Κολοσσαεῖς. καὶ μετὰ ταῦτας πρὸς Θεσσαλονικεῖς δύο· καὶ ἡ πρὸς Ἑβραίους· καὶ εὐθὺς πρὸς μὲν Τιμόθεον δύο· πρὸς δὲ Τίτον μία. καὶ τελευταία ἡ πρὸς Φιλήμονα. καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις.

Mas, novamente, não se deve hesitar em mencionar os livros do Novo Testamento. São, pois, estes: os quatro Evangelhos: segundo Mateus, segundo Marcos, segundo Lucas, segundo João. Após estes, os Atos dos Apóstolos, e as chamadas sete epístolas católicas dos apóstolos, a saber: uma de Tiago, duas de Pedro, em seguida, três de João; e, depois destas, uma de Judas. Além destes, há as quatorze epístolas do Apóstolo Paulo: a primeira, aos Romanos; depois, duas aos Coríntios; e, depois destas, aos Gálatas, e, na sequência, aos Efésios; depois, aos Filipenses, aos Colossenses, e, depois destas, duas aos Tessalonicenses, e aquela aos Hebreus; e, em seguida, duas a Timóteo, uma a Tito, e, finalmente, aquela a Filêmon. E por sua vez, o Apocalipse de João.

Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων· ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. μηδεὶς τούτοις ἐπιβαλλέτω, μη δὲ τούτων ἀφαιρείσθω τι. περὶ δὲ τούτων ὁ κύριος Σαδδουκαίους μὲν ἐδυσώπει, λέγων· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς. τοῖς δὲ Ἰουδαίοις παρῄνει· ερευνᾶτε τὰς γραφάς· ὅτι αὐταί εἰσι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.

Estas são as fontes da salvação, de tal sorte que o sedento se sacia com seus oráculos. Somente nelas é anunciada a doutrina da piedade. Que ninguém acrescente algo a elas, nem delas tire. A respeito disso, o Senhor envergonhou os saduceus, dizendo: «Estais enganados, desconhecendo as Escrituras.» E exortou aos judeus: «Perscrutais as Escrituras, porque são elas que dão testemunho de mim.»

Ἀλλ' ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως· ὡς ὅτι ἔστιν καὶ ἕτερα βιβλία τούτων ἔξωθεν· οὐ κανονιζόμενα μέν τετυπωμένα δὲ παρὰ τῶν πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, καὶ Σοφία Σιρὰχ, καὶ Ἑσθὴρ, καὶ Ἰουδὶθ, καὶ Τωβίας, καὶ ∆ιδαχὴ καλουμένη τῶν ἀποστόλων, καὶ ὁ Ποιμήν. Καὶ ὅμως ἀγαπητοί, κἀκείνων κανονιζομένων καὶ τούτων ἀναγινωσκομένων οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη· ἀλλὰ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά· χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους· ἵνα ὡς παλαιὰ προφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾶν ἐκ τούτου τοὺς ἀκεραίους.

Mas, justamente, por amor a maior exatidão adiciono também isso, escrevendo por necessidade, visto que há outros livros, além destes, não canonizados, mas chancelados pelos Pais para serem lidos aos que agora se aproximam e desejam ser instruídos na palavra da piedade: Sabedoria de Salomão, Sabedoria de Sirac, Ester, Judite, Tobias, a chamada Didaqué dos Apóstolos e o Pastor. Todavia, amados, enquanto os primeiros estão canonizados e os últimos são lidos, em nenhum lugar há menção dos apócrifos. Antes são invenções dos hereges, uma vez que os escrevem como querem, concedendo-lhes sua aprovação e atribuindo a eles uma data remota, para que, apresentando-os como se fossem escritos antigos, tenham, depois disso, a oportunidade de enganar os incautos.


Oratio Contra Gentes

9. [...] καθὼς καὶ ἡ σοφία τοῦ Θεοῦ προμαρτύρεται λέγουσα· "Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων" (Sap. XIV, 12).

11. Ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· "Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξίᾳ γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον, καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς ζῶντα ἐτίμησε, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ' ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη. καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι, διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετι μημένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς. εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλο τιμία· ὁ μὲν γάρ, ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος, ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι, ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν" (Sap. XIV, 12-21). τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ' αὐτῆς ἔλεγχον ἀποδεῖξαι, οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ' ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντας.

17. [...] ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον, ὡς εἶπεν ἡ γραφή (Sap. XIV, 21), προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ' ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ' αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη, ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται.

44. [...] αὐτὸς δὲ ἐπὶ πάντων, ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ Πατρὸς ἐργάζε ται, μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων. "Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται" (Sap. XIII, 5).


Oratio De Incarnatione Verbi

4. [...] Ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος θνητός, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονώς. ∆ιὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθοράν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· “Προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας”· (Sap. VI, 19), ἄφθαρ τος δὲ ὤν, ἔζη λοιπὸν ὡς Θεός, ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· “Ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε” (Ps. LXXXI, 6 et 7).

5. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοί, χάριτι δὲ τῆς τοῦ Λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν καλοί. ∆ιὰ γὰρ τὸν συνόντα τούτοις Λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε, καθὼς καὶ ἡ σοφία φησίν· “Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον”· (Sap. II, 23 et 34). τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνῃσκον, ἡ δὲ φθορὰ λοιπὸν κατ' αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ' ὅλου τοῦ γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ' αὐτῶν προειλήφει.


Apologia Contra Arianos

3. [...] ἐπεὶ δὲ μετὰ τὸ παθεῖν τοσαῦτα τὸν ἄνδρα, μετὰ τὴν εἰς Γαλλίας ἀποδημίαν, μετὰ τὴν ἐπὶ ξένης ἀντὶ τῆς οἰκείας καὶ πορρωτάτω διατριβήν, μετὰ τὸ ὀλίγου δεῖν αὐτὸν ἀποθανεῖν ἐκ τῶν διαβολῶν αὐτῶν, εἰ μὴ βασιλέως ἔτυχε φιλανθρώπου, ἐφ' οἷς ἂν καὶ πᾶς ἐχθρὸς ἐκορέσθη κἂν τὸν θυμὸν ὠμότατος, οὐκ ἐρυθριῶσιν, ἀλλὰ πάλιν ἐπινεανιεύονται κατὰ τῆς ἐκκλησίας καὶ τοῦ ἀνδρὸς καὶ πρὸς τὴν ἄφεσιν ἀγανακτοῦντες αὐτοῦ χείροσιν ἐπιτολμῶσι δευτέροις. καὶ κατηγοροῦσι μὲν εὐχερῶς, οὐ φοβοῦνται δὲ τὸ ἐν ταῖς ἁγίαις γραφαῖς γεγραμμένον «μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται» (Prov. XIX, 5) καὶ «στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν» (Sap. I, 11). διά τοι τοῦτο οὐκέτι μὲν δυνάμεθα σιγᾶν, θαυμάζομεν δὲ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ἀκό ρεστον ἐπὶ συσκευαῖς φιλονεικίαν.

11. [...] καὶ οὐκ αἰσχύνονται ταῦ τα ἐπὶ κατηχουμένων, καὶ τό γε χείριστον, ἐπὶ Ἑλλήνων τραγῳδοῦντες τὰ μυ στήρια, δέον, ὡς γέγραπται, «μυστήριον βασιλέως καλὸν κρύπτειν» (Tob. XII, 7), καὶ ὡς ὁ κύριος παρήγγειλε «μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων» (Matth. VII, 6).

66. Κυρίῳ ἀγαπητῷ υἱῷ καὶ ὁμοψύχῳ συλλειτουργῷ Ἀθανασίῳ Ἀλέξανδρος ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. Συγχαίρω τῷ βελτίστῳ Σαραπίωνι οὕτως ἱεροῖς ἑαυτὸν ἤθεσι κοσμεῖν ἀγωνιζο μένῳ καὶ τήν [τε] τοῦ πατρὸς μνήμην ἐγκωμιαστικώτερον ἐπαύξοντι. «ἐτελεύτησε γάρ», ὥς που ἡ ἱερά φησι γραφή, «ὁ πατὴρ αὐτοῦ καὶ ὡς οὐκ ἀπέθανε» (Sir. XXX, 4), κατέλιπε γὰρ τῷ βίῳ μνη μόσυνον.


De Decretis Nicænæ Synodi

12. Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπι γινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ» (Matth. XI, 27), διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» (Hebr. I, 3)· καὶ πάλιν· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» (Psal. XXXV, 10)· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· «ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας» (Baruch. III, 12)· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· «ἐμὲ ἐγκατ έλιπον πηγὴν ὕδατος ζῶντος» (Jerem. II, 13). καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατα νοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύνα ται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύ γασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· «ἐγώ εἰμι ἡ ζωή» (Joan. XIV, 6), ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα» (Ibid. 9); οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

15. Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ, ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ ἡμεῖς προ τείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν ἀπορήσαντας αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ' ἡμῶν· τάχα κἂν οὕτως ἐντραπέντες ἀνα βλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες. τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» (1 Cor. I, 24)· ὁ δὲ Ἰωάννης εἰρη κώς· «καὶ ὁ λόγος σὰρξ ἐγένετο» (Joan. I, 14), ἐπήγαγεν εὐθύς· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας» (Ibid. 15)· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος τοῦ Ἰσραήλ, ὅτι «ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας» (Baruch. III, 12). εἰ μὲν οὖν ἀρνοῦνται τὰ γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπω νόμασαν καὶ αὐτοί. εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε, καὶ μανέντες εἴπωσιν· «ἦν ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστός»· πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ' ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· «ἐξ οὐκ ὄντων γέγονεν ὁ υἱός». τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.


De Sententia Dionysii

15. «Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ». καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· «ἀεὶ τὸν «Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος ὢν ὁ θεὸς «εἶτα ἐπαιδοποιήσατο, ἀλλ' ὅτι μὴ παρ' ἑαυτοῦ ὁ υἱὸς ἀλλ' ἐκ τοῦ πατρὸς ἔχει τὸ εἶναι». καὶ μετ' ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· ««ἀπαύγασμα δὲ ὢν φωτὸς ἀιδίου» πάντως «καὶ αὐτὸς ἀίδιός ἐστιν. ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. «τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον «εἶναι. πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν «ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, «ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ παυ «ομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐ «κοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προ «φαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ λέγουσα σοφία «ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ' ἡμέραν «δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ»» (Prov. VIII, 30). καὶ αὖθις ἐπάγει μετ' ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· «ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς «ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι «δύναται γονεύς; ἀλλ' εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί». εἶτα πάλιν προστίθησι ταῦτα· «φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος («πνεῦμα «γάρ, φησίν, ὁ θεός» (Joan. IV, 24)), ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· «ἀτμὶς γάρ, φησίν, «ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως»» (Sap. VII, 25). καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· «μόνος δὲ ὁ υἱὸς «ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ πατρός».


Epistola ad Episcopos Ægypti et Libyæ

3. Ἐὰν δὲ καὶ πάλιν τὸ ἴδιον κρύψῃ ψεῦδος, καὶ λαλεῖν ὑποκρίνηται διὰ χειλέων τὴν ἀλήθειαν· ἀλλ' οὐκ ἀγνοοῦντες αὐτοῦ τὰ νοήματα, δυνάμεθα λέγειν τὰ ὑπὸ τοῦ Πνεύματος εἰς αὐτὸν εἰρημένα· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· «Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου» (Psal. XLIX, 16); καὶ, «Οὐχ ὡραῖος αἶνος ἐν τῷ στόματι τοῦ ἁμαρτωλοῦ» (Sir. XV, 9). Οὐδὲ γὰρ τὴν ἀλήθειαν λέγων ἀξιόπιστός ἐστιν ὁ πανοῦργος. Καὶ τοῦτο ἔδειξε μὲν ἡ Γραφὴ διηγουμένη τὴν ἐν τῷ πα ραδείσῳ πρὸς τὴν Εὔαν αὐτοῦ κακοτεχνίαν· ἤλεγξε δὲ αὐτὸν καὶ ὁ Κύριος, πρῶτον μὲν ἐν τῷ ὄρει, διαιρῶν τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ, καὶ δεικνὺς ὅστις ἐστὶν ὁ δόλιος, καὶ ἐλέγχων, ὅτι μὴ τῶν ἁγίων εἷς ἐστιν, ἀλλὰ Σατανᾶς ἐστιν ὁ πειράζων, ἐν τῷ λέγειν· « Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις» (Matth. IV, 10)· καὶ ὅτε δὲ κράζοντας ἀπὸ τῶν μνημείων ἐφίμωσε τοὺς δαίμονας. Ἦν μὲν γὰρ ἀληθὲς τὸ παρ' αὐτῶν λεγόμενον, καὶ οὐκ ἐψεύδοντο τότε λέγοντες, ὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ ἅγιος τοῦ Θεοῦ» (Matth. VIII, 29; Marc. I, 24)· ἀλλ' οὐκ ἤθελε δι' ἀκαθάρτου στό ματος τὴν ἀλήθειαν προφέρεσθαι καὶ μάλιστα δι' ἐκείνων, ἵνα μὴ, προφάσει ταύτης ἐπιμίξαντες τὸ ἴδιον θέλημα τῆς κακίας, ἐπισπείρωσι τοῦτο καθεύδουσι τοῖς ἀνθρώποις (Matth. XIII, 25). ∆ιὰ τοῦτο οὔτε αὐτὸς ἠν έσχετο τοιαῦτα λαλούντων αὐτῶν, οὐδὲ ἡμᾶς ἀνασχέ σθαι τῶν τοιούτων βουλόμενος, παρήγγειλε δι' ἑαυτοῦ μὲν, «Προσέχετε», λέγων, «ἀπὸ τῶν ψευδο προφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύ μασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες» (Matth. VII, 15)· διὰ δὲ τῶν ἁγίων ἀποστόλων· «Μὴ παντὶ πνεύματι πιστεύετε» (I Joann. IV, 1). Τοιοῦτος γὰρ ὁ τρόπος τῆς ἀντικειμένης ἐνεργείας ἐστί· τοιαῦτα δὲ τὰ τῶν αἱρέσεων συγκροτήματα τυγχάνει· πατέρα γὰρ ἑκάστη τῆς ἰδίας ἐπινοίας ἔχουσα τὸν ἐξ ἀρχῆς τραπέντα καὶ γε νόμενον ἀνθρωποκτόνον καὶ ψεύστην τὸν διάβολον, καὶ αἰσχυνομένη τὸ τούτου μισητὸν ὄνομα προφέρειν, ὑποκρίνεται τὸ καλὸν καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ Σωτῆρος, τάς τε τῶν Γραφῶν λέξεις πε ριβάλλεται. Καὶ λέγει μὲν τὰ ῥήματα, κλέπτει δὲ τὴν διάνοιαν τὴν ἀληθῆ· καὶ λοιπὸν, ἣν ἔπλασεν ἰδίαν ἐπίνοιαν ὡς ἐν δόλῳ τινὶ σκεπάσασα, ἀνθρωποκτόνος καὶ αὐτὴ γίνεται τῶν πλανωμένων.


Apologia ad Constantium Imperatorem

5. [...] Παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι, ἢ κατάγνωθι τῶν διαβολῶν, καὶ μίμησαι τὸν ∆αυὶδ λέγοντα· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον» (Psal. C, 5). Τὸ μὲν γὰρ ὅσον εἰς αὐτοὺς ἧκε, «στόμα καταψευσάμενον ἀνεῖλε ψυχήν» (Sap. I, 11).

17. Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γενέσθαι· ὁ δὲ Κύριος εἶπε· «Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ ἀπόκλεισον τὰς θύρας» (Matth. VI, 6). Τί τοίνυν φήσειεν ὁ κατήγορος; Μᾶλλον δὲ τί ἂν εἴποιεν οἱ φρόνιμοι καὶ ἀληθῶς Χριστιανοί; Τούτους γὰρ ἐρώτησον, βασιλεῦ· ἐπειδὴ γέγραπται περὶ μὲν ἐκείνων ὅτι «Ὁ μωρὸς μωρὰ λαλήσει» (Isa. XXXII, 6)· περὶ δὲ τούτων, «Παρὰ παντὸς φρονίμου συμβουλίαν λάμβανε» (Tob. IV, 19).


Apologia De Fuga Sua

19. Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρείας αὐτῶν τὴν ἀρετὴν ἀνακηρύττει. Οὐδὲ γὰρ ἀντὶ ῥαθυμίας εἶχον τὴν ἀναχώρησιν, ἀλλὰ καὶ μείζονα τότε τὸν τόνον τῆς ἀσκήσεως ἐπέτεινον· οὐδὲ κατεγινώσκοντο φεύγοντες, οὐδὲ κατηγοροῦντο δειλίας παρὰ τοιούτων, οἷοι νῦν εἰσιν οὗτοι οἱ φιλαίτιοι· ἀλλὰ καὶ μᾶλλον ἐμακαρίζοντο παρὰ τοῦ Κυρίου λέγοντος· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης» (Matth. V, 10). Ἀλλ' οὐδὲ ἀνωφελὴς αὐτοῖς ὁ τοιοῦτος ἐγίνετο κάματος· ὡς γὰρ «χρυσὸν ἐν χωνευτηρίῳ δοκι μασθέντας», ὡς εἶπεν ἡ Σοφία, «εὕρισκεν αὐτοὺς ὁ Θεὸς ἀξίους ἑαυτοῦ» (Sap. III, 5). Καὶ αὐτοὶ τότε μᾶλλον ὡς σπινθῆρες ἀνέλαμπον», σῳζόμενοι μὲν ἀπὸ τῶν καταδιωκόντων αὐτούς, ῥυσθέντες δὲ ἐκ τῶν ἐπιβούλων, καὶ διὰ τοῦτο φυλαχθέντες τοῖς λαοῖς εἰς διδασκαλίαν, ὥστε καὶ τὴν φυγὴν αὐτῶν, καὶ τὸ διαδρᾶναι τῶν ζητούντων τὸν θυμὸν, κατ' οἰκονομίαν τοῦ Κυρίου γεγενῆσθαι. Τότε γὰρ οὕτως καὶ θεοφιλεῖς ἐγίνοντο καὶ καλλίστην εἶχον τῆς ἀνδραγαθίας τὴν μαρτυρίαν.


Historia Arianorum ad Monachos

71. [...] οὐδὲ γὰρ καθ' ἕκαστον ἐπιβουλεύειν ἤρξαντο, ἵνα κἂν ψεύσασθαι δυνηθῶσιν, ἀλλ' ἀθρόως πᾶσιν ἐπέθεντο, ἵνα, κἂν θέλωσι πλάσασθαι, καταγνωσθῶσιν. ἐτύφλωσε γοῦν αὐτῶν ἐν τούτοις τὴν διάνοιαν ἡ κακία (Sap. II, 21), καὶ πάντας ἁπλῶς τοὺς ἐπισκόπους ἀπροφασίστως ἠξίωσαν ἐκβάλλεσθαι, ἵνα δείξωσιν ὅτι κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων οὓς ἐξώρισαν προφάσεις ἐπλάσαντο ψευδεῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν μιαρὰν αἵρεσιν τῶν χριστομάχων Ἀρειανῶν.


Oratio Prima Contra Arianos

12. [..] εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, «Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ» (Matth. XI, 27)· τῷ τε Φιλίππῳ λέγοντι, «∆εῖξον ἡμῖν τὸν Πατέρα», οὐκ ἔλεγε, βλέπε τὴν κτίσιν, ἀλλ' «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα» (Joan. XIV, 9)· εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα δι' αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ἥ τε ἀΐδιος αὐτοῦ δύ ναμις καὶ θειότης (Rom. I, 20), ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγον τες δὲ οἱ ἅγιοι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ δι' οὗ ἐποίησε τοὺς αἰῶνας, οὐδὲν ἧττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησί· «Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς» (Isa. XL, 28)· ἡ δὲ Σουσάννα ἔλεγεν· «Ὁ Θεὸς ὁ αἰώνιος» (Dan. XIII, 42) · ὁ δὲ Βαροὺχ ἔγραφε· «Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου· καὶ μετ' ὀλίγα» (Baruch. IV, 20 et 22)·

13. Ὅτι μὲν οὖν τὸ ἀΐδιον περὶ τοῦ Υἱοῦ αἱ Γρα φαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ οὐκ ἦν, καὶ τὸ πρὶν, καὶ τὸ ὅτε, αἱ αὐταὶ Γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς καθ' ἡμᾶς γενέσεως διηγούμενός φησι· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· καὶ ἐν μὲν τῷ ∆ευτερονομίῳ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον· Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν, πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε· περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶνός φησι· «Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάν των τῶν βουνῶν γεννᾷ με» (Prov. VIII, 23)· καὶ, «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι» (Joan. VIII, 58). Περὶ δὲ Ἱερεμίου λέγει· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε» (Jerem. I, 5). Καὶ ὁ μὲν ∆αβὶδ ψάλλει· «Κύριε, καταφυγὴ ἐγενή θης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενη θῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμέ νην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ» (Psal. LXXXIX, 1)· ἐν δὲ τῷ ∆ανιήλ· «Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυ πτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν» (Dan. XIII, 42).

19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς διὰ μὲν Ἱερεμίου, «Ἐμὲ ἐγκατέλιπον πηγὴνὕδατος ζῶντος» (Jer. II, 13)· καὶ πάλιν, «Θρόνος δόξης ὑψωμέ νος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον» (Ibid. XVII, 12)· ἐν δὲ τῷ Βαροὺχ γέγραπται· «Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας» (Baruch. III, 12)· ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς πηγῆς εἶναι, ἀλλ' ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλ' ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς ὁ λέγων, «Ἐγώ εἰμι ἡ ζωὴ» (Joan. XIV, 6), καὶ, «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» (Prov. VIII, 12).


Oratio Secunda Contra Arianos

4. [...] Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμε θα καλῶς· καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱόν· οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀλη θῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος λέ γωσιν οἱ ἅγιοι· «Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» (Hebr. III, 2)· ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· «Κύριος ἔ κτισέ με» (Sir. XXIV, 12)· καὶ, «Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παι δίσκης σου» (Psal. CXV, 16)· καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνεί σθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλ', ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ ∆αβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ.

32. [...] Καὶ ὥσπερ περὶ τοῦ εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης ἡ κτίσις πρὸς τὴν γνῶσιν· «Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτι σμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται» (Sap. XIII, 5)· καὶ οὐ φωνὰς ἀπαιτοῦντες παρ' αὐτῶν μανθά νομεν, ἀλλ' ἀκούοντες μὲν τῶν Γραφῶν πιστεύομεν, καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων ποιητὴν καὶ ∆εσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν·

35. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατ' αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ἑαυτοὺς δεσμοῖς ἀσεβείας περιπείροντες διαλογίζον ται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζον ται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν δια νοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ᾖ ὁ τοῦ Λόγου Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾷ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ παύ εται, καὶ οὐ μένει· ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι· τοῦτο γὰρ εἶπεν ἡ Γραφή (Judith VIII, 15)· ἀλλ' ὤν ἐστι καὶ ἀεί ἐστι (Exod. III, 14)· διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὤν ἐστι καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς ἀπαύγασμα φωτός.

45. [...] Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία Γραφὴ περὶ μὲν τῶν κτισμάτων λέγουσα· «Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου» (Psal. CIII, 24)· καί· «Αὐτὴ ἡ κτίσις συστενάζει καὶ συνωδίνει» (Rom. VIII, 22)· ἐν δὲ τῇ Ἀποκαλύψει φησί· «Καὶ ἀπέθανε τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυ χάς» (Apocal. VIII, 9)· καθὼς καὶ ὁ Παῦλος λέγει· «Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαρι στίας λαμβανόμενον» (I Tim. IV, 4)· ἐν δὲ τῇ Σοφίᾳ γέγρα πται· «Καὶ τῇ σοφίᾳ σου κατεσκεύασας τὸν ἄν θρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων» (Sap. IX, 2).

49. [...] ∆ιὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάτ τουσιν αἱ Γραφαί· ἀλλ' ὁ μὲν ∆αυῒδ ἐπιπλήτ τει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε» (Psal. LXXXII, 2; Psal. LXXXV, 8); καί· «Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ» (Psal. LXXXVIII, 7); Ὁ δὲ Βαρούχ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτε ρος πρὸς αὐτόν» (Baruch III, 36). Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι' αὐτοῦ τοῦ Λόγου πεποίηται.

79. [...] Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ ἔστι, πῶς ὁ Ἀπόστολος αἰτιᾶ ται, λέγων· «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν» (I Cor. I, 21); Ἢ πῶς, εἰ μή ἐστι σοφία, πλῆθος σοφῶν ἐν τῇ Γραφῇ εὑρίσκεται (Sap. VI, 26); Καὶ, «Σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ» (Prov. XIV, 16)· καὶ, «Μετὰ σοφίας οἰκοδο μεῖται οἶκος» (Prov. XXIV, 3). Ὁ δὲ Ἐκκλησιαστὴς λέγει· «Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ» (Eccle. VIII, 1)· καὶ μέμφεται τοῖς προπετευομένοις, λέγων· «Μὴ εἴπῃς· Τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; Ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου» (Eccle. VII, 11). Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ φησιν· «Ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐ τὴν τοῖς ἀγαπῶσιν αὐτόν» (Sir. I, 10).


Oratio Tertia Contra Arianos

30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ Γραφῇ, ἀπὸ μὲν τῶν Παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν Εὐαγγελίων θεωρείτω τὸν Κύριον γενόμενον ἄνθρωπον· «Ὁ Λόγος γὰρ», φησὶ, «σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν» (Joan. I, 14). Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀναγκαῖον εἰδέναι· μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν, ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο, οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδή μησεν ὁ Λόγος ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμε νος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· Ποταπὸς ἄρα ἐστὶν οὗτος (Joan. XIX, 9); καὶ, ∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν (Joan. X, 33); Εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς ἕκαστον τῶν προφη τῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν· διὰ τοῦτο Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν ὁ τοῦ Χριστοῦ σταυρὸς, ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία (I Cor. 1, 24)· «Ὁ Λόγος γὰρ», ὡς εἶπεν ὁ Ἰωάννης, «σὰρξ ἐγένετο» (Joan. I, 14)· τῆς Γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Joel II, 28)· καὶ ὡς ∆ανιὴλ εἴρηκε τῷ Ἀστυάγῃ· «Οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν» (Dan. XIV, 4)· σάρκα γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσιν.


Epistola I ad Serapionem

5. Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ' οὐκ ἂν εἴποιτε· οὐ γὰρ εὑρήσετε γεγραμμένον. Ἀλλ' ἐν μὲν τῇ Γενέσει γέ γραπται, «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος·» (Gen. I, 2) καὶ μετ' ὀλίγα· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·» (Gen. VI, 3) ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, «Μὴ ζηλοῖς σὺ ἐμέ· καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς,» (Num. XI, 29) Καὶ ἐν τοῖς Κριταῖς ἐπὶ μὲν Γοθονιήλ· «Καὶ ἐγένετο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ.» (Judic. III, 10) Καὶ πάλιν· «Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου.» (Judic. XI, 29) Περὶ δὲ Σαμψών· «Ἡδρύνθη, φησὶ, τὸ παιδάριον καὶ ηὐλόγησεν αὐτὸ Κύριος·» Καὶ, «Ἤρξατο Πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ·» (Judic. XIII, 24 et 25) Καὶ, «Ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου.» (Judic. XV, 14) Καὶ ὁ μὲν ∆αβὶδ ψάλλει· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·» (Psal. L, 13) Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλ μῷ· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» (Psal. CXLII, 10) Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» (Isa. LXI, 1) Ἐλέγετο δὲ πρὸ τούτου· «Οὐαὶ, τέκνα ἀποστάται. Τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίαις·» (Isa. XXX, 1) καὶ πάλιν· «Ἀκούσατε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» (Isa. XLVIII, 16) Μετ' ὀλίγα δὲ οὕτω φησί· «Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» (Isa. LIX, 21) καὶ αὖθις ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· «Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος· αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» (Isa. LXIII, 9 et 10) Ἰεζεχιὴλ δὲ οὕτω λέγει· «Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν, ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ.» (Ezech. XI, 24) Ἐν δὲ τῷ ∆ανιήλ· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα ∆ανιὴλ, καὶ ἀν εβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.» (Dan. XIII, 45) Καὶ ὁ μὲν Μιχαίας φησίν· «Οἶκος Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου.» (Mich. II, 7) Καὶ διὰ τοῦ Ἰωὴλ ὁ Θεός φησι· «Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» (Joel II, 28) Καὶ διὰ τοῦ Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου, τοῖς προφήταις.» (Zachar. I, 6) Ὅτε καὶ αἰτιώμενος ὁ προ φήτης τὸν λαὸν, μετ' ὀλίγα ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» (Zachar. VII, 12) Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα.

7. Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ παρὰ τοῦ προφήτου λεγόμενον νῦν «πνεῦμα,» ἵνα κἂν πρόφασιν ἔχητε. Ἀλλ' ἁπλῶς ἐτολμήσατε τρόπους ἑαυτοῖς ἐπινοεῖν, καὶ εἰπεῖν τὸ λεγόμενον κτίζεσθαι πνεῦμα, αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι δυνάμενοι μαθεῖν καὶ παρὰ φιλολόγων ἀνδρῶν περὶ διαφορᾶς πνευμάτων. Λέγεται γὰρ καὶ ἀνθρώπου πνεῦμα, ὡς ψάλλει ∆αβίδ· «Νυκτὸς μετὰ τῆς καρ δίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου» (Psal. LXXVI, 7). Ὁ δὲ Βαροὺχ ἐπευχόμενός φησι· «Ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ» (Baruch III, 1). Καὶ ἐν μὲν τῇ ᾠδῇ τῶν τριῶν παίδων· «Εὐλογεῖτε, πνεύματα» καὶ «ψυχαὶ δικαίων, τὸν Κύριον» (Dan. III, 86). Ὁ δὲ Ἀπόστολος γράφει· «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι» (Rom. VIII, 16 et 17)· καὶ πάλιν· «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» (I Cor. II, 11) Ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ ἐπευχόμενος λέγει «Ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη» (I Thess. V, 23) Λέγεται δὲ καὶ ἀνέμων πνεύματα οὕτως ἐν μὲν τῇ γενέσει· «Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ·» (Gen. VIII, 1) ἐπὶ δὲ τοῦ Ἰωνᾶ· «Καὶ Κύριος ἐξήγειρε πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ· καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντρι βῆναι.» (Jon. I, 5) Καὶ ἐν μὲν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ γέγραπται· «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς.» (Psal. CVI, 25) Ἐν δὲ τῷ ἑκατοστῷ τεσσαρακοστῷ ὀγδόῳ ψαλμῷ «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» (Psal. CXLVIII, 7 et 8) καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε» (Ezech. XXVII, 25).

19. Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ καὶ ἱκανὰ τὰ ἐν ταύταις κείμενα περὶ τούτου παραδείγματα. Πηγὴ τοίνυν καὶ φῶς λέγεται ὁ Πατήρ· «Ἐμὲ» γὰρ, φησὶν, «ἐγκατέλι πον πηγὴν ὕδατος ζῶντος» (Jerem. II, 13). Καὶ πάλιν ἐν τῷ Βαρούχ· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας» (Baruch III, 10 et 12)· καὶ κατὰ τὸν Ἰωάννην· «Ὁ Θεὸς ἡμῶν φῶς ἐστι» (I Joan. I, 5). Λέγεται δὲ καὶ ὁ Υἱὸς ὡς μὲν πρὸς τὴν πηγὴν ποτα μός· «Ὁ ποταμὸς» γὰρ «τοῦ Θεοῦ ἐπληρώθη ὑδά των» (Psal. LXIV, 10)· πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» (Hebr. I, 3). Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ (τὰ αὐτὰ γὰρ περὶ τούτων μάλιστα οὐκ ὀκνητέον λέγειν πολλάκις), ἔξεστιν ὁρᾷν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα· «Ἵνα» γὰρ, φησὶ, «δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώ σει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας» (Ephes. I, 17). Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων· «Ἦν» γὰρ, φησὶ, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» (Joan. I, 9). Πάλιν τε τοῦ Πατρὸς ὄντος πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν» (I Cor. XII, 13). Τὸ δὲ Πνεῦμα ποτιζόμενοι, τὸν Χριστὸν πίνομεν· «Ἔπινον» γὰρ «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός» (I Cor. X, 4). Καὶ πάλιν τοῦ Χριστοῦ ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες, υἱοποιούμεθα· «Οὐ γὰρ ἐλάβετε,» φησὶ, «Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱο θεσίας» (Rom. VIII, 15). Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δῆλον, ὅτι ἐν τῷ Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ· «Ὅσοι» γὰρ «ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι» (Joan. I, 12). Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦ λος εἶπε, μόνου σοφοῦ ὄντος, ὁ Υἱός ἐστιν ἡ σοφία αὐτοῦ. «Χριστὸς» γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία» (I Cor. 1, 24). Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς Πνεῦμα σοφίας λαμβάνοντες, τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινόμεθα. Οὕτω γὰρ καὶ γέ γραπται ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ· «Κύριος λύει πεπεδημένους· Κύριος σο φοῖ τυφλούς» (Psal. CXLV, 7). Καὶ τοῦ Πνεύματος δὲ διδομένου εἰς ἡμᾶς («Λάβετε γὰρ Πνεῦμα ἅγιον» (Joan. XX, 22), ἔλεγεν ὁ Σωτὴρ), ὁ Θεὸς ἐν ἡμῖν ἐστιν· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μέ νομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐ τοῦ ἔδωκεν ἡμῖν» (I Joan. IV, 12 et 13). Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· «Ἐλευ σόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν» (Joan. XIV, 23). Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, «Ἐγὼ» γὰρ, φησὶν, «εἰμὶ ἡ ζωὴ» (Ibid. 6), ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι· «Ὁ» γὰρ «ἐγείρας,» φησὶ, «Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν» (Rom. VIII, 11). Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. «Χριστῷ» γὰρ, φησὶ, «συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός» (Galat. II, 19 et 20). Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι· «Ὁ Πατὴρ» γὰρ, φησὶν, «ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι» (Joan. XIV, 10 et 12). Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα· «Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου» (Rom. XV, 18 et 19).

26. Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον καὶ ἀναλλοίωτόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· «Ἅγιον, γάρ φησι, Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» (Sap. I, 5). Καὶ ὁ μὲν Πέτρος φησίν· «Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος» (I Petr. III, 4)· καὶ πάλιν ἐν τῇ Σοφίᾳ· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι» (Sap. XIII, 1)· καὶ εἰ «οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ» (I Cor. II, 11)· οὐκ ἔστι δὲ παρὰ τῷ Θεῷ, ὡς εἶπεν ὁ Ἰάκωβος, «παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα» (Jac. I, 17)· ἐν τῷ Θεῷ ὂν τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἂν εἴη ἄτρεπτον καὶ ἀπαράλλακτον καὶ ἄφθαρτον.


Epistola II ad Serapionem

6. Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἀποστόλοις· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος» (Matth. XXVIII, 19). Εἶπε δὲ οὕτως, ἵνα ἐξ ὧν οἴδαμεν, ἀπὸ τούτων νοῶμεν καὶ περὶ τῶν προειρημένων. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν τοὺς πατέρας ποιητὰς, ἀλλὰ γεννήτορας, καὶ αὐτοὺς δὲ ἡμᾶς οὐκ ἂν εἴποι τις κτίσμα πατέρων, ἀλλὰ υἱοὺς φύσει, καὶ ὁμοουσίους τῶν πατέρων· οὕτως, εἰ Πατὴρ ὁ Θεὸς, πάντως Υἱοῦ φύσει καὶ ὁμοουσίου ἐστὶ Πατήρ. Ἀβραὰμ γοῦν οὐκ ἔκτισε τὸν Ἰσαὰκ, ἀλλ' ἐγέννησε· Βεσελεὴλ δὲ καὶ Ἐλιὰβ οὐκ ἐγέννησαν, ἀλλ' ἐποίησαν πάντα τὰ ἔργα τὰ ἐν τῇ σκηνῇ. Καὶ ναυ πηγὸς δὲ καὶ οἰκοδόμος οὐ γεννῶσιν ἃ ποιοῦσιν, ἀλλ' ἕκαστος ἐργάζεται, ὁ μὲν τὸ σκάφος, ὁ δὲ τὴν οἰκίαν (Exod. XXXVI, 1). Ὁ μέντοι Ἰσαὰκ οὐ ποιεῖ, ἀλλὰ γεννᾷ φύσει καὶ ὁμοούσιον τὸν Ἰακώβ· καὶ ὁ Ἰακὼβ δὲ οὕτως τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ὥσπερ οὖν μαίνοιτ' ἄν τις λέγων τὴν οἰκίαν ὁμοούσιον τοῦ οἰκο δόμου, καὶ τὸ σκάφος τοῦ ναυπηγοῦ, οὕτως πρεπόν τως ἄν τις εἴποι πάντα Υἱὸν ὁμοούσιον εἶναι τοῦ ἑαυ τοῦ Πατρός. Εἰ τοίνυν Πατήρ ἐστι καὶ Υἱὸς, ἀνάγκη τὸν Υἱὸν φύσει καὶ ἀληθείᾳ εἶναι Υἱόν. Τοῦτο δέ ἐστι τὸ ὁμοούσιον εἶναι τῷ Πατρὶ, ὡς ἐκ πολλῶν ἐδείχθη. Ἀμέλει περὶ μὲν τῶν ποιημάτων· «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν» (Psal. CXLVIII, 5). Περὶ δὲ τοῦ Υἱοῦ· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν» (Psal. XLIV, 2). Ὁ δὲ ∆ανιὴλ οἶδεν Υἱὸν τοῦ Θεοῦ, οἶδε καὶ τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὸν μὲν Υἱὸν εἶδε δροσίζοντα τὴν κάμινον· περὶ δὲ τῶν ἔργων εἰρηκὼς, «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον» (Dan. III, 57), ἕκαστον μὲν τῶν κτισμάτων κατέλεξε· τὸν δὲ Υἱὸν οὐ συνηρίθμησε τούτοις, εἰδὼς, ὅτι οὐκ ἔστιν ἔργον, ἀλλὰ δι' αὐτοῦ γέγονε μὲν τὰ ἔργα, ἐν Πατρὶ δὲ ὑμνούμενος καὶ ὑπερυψούμενός ἐστιν. Ὥσπερ οὖν δι' αὐτοῦ ἀποκαλύπτεται ὁ Θεὸς τοῖς γινώσκουσιν, οὕτως δι' αὐτοῦ ἡ εὐλογία, καὶ ὁ ὕμνος, καὶ ἡ δόξα, καὶ τὸ κράτος ὁμολογεῖται τῷ Πατρὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ, ἵνα καὶ εὐπρόσδεκτος ἡ τοιαύτη ὁμολογία γένηται, ὡς αἱ Γραφαὶ λέγουσιν. Ἐκ πολλῶν μὲν οὖν καὶ ἐκ τούτων δέδεικται καὶ δείκνυται ἀσε βὴς ὁ λέγων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον.


Epistola III ad Serapionem

4. Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται» (I Cor. XII, 11)· καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν» (Ibid. 13)· καὶ πάλιν, ἐπειδὴ ἐκ τοῦ Υἱοῦ δεῖ λαμβάνειν τὴν περὶ τοῦ Πνεύματος γνῶσιν, πρέπον ἂν εἴη ἐξ αὐτοῦ καὶ τὰς ἀποδείξεις προφέρειν. Πανταχοῦ τοίνυν ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ εἴτε ἀόρατα, «καὶ αὐτός ἐστι πρὸ πάντων» (Coloss. I, 17). Τὰ δὲ κτίσματα ἐν μεμερισμένοις τόποις ἐστίν· ἥλιος μὲν καὶ σελήνη καὶ οἱ ἄλλοι φωστῆρες ἐν τῷ στερεώ ματι, ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ ἄνθρωποι ἐπὶ τῆς γῆς. Εἰ δὲ ὁ Υἱὸς, οὐκ ὢν ἐν μεμερισμένοις τόποις, ἀλλ' ἐν Πατρὶ ὢν, πανταχοῦ ἐστι, καὶ ἔξω τῶν πάντων ὢν, οὐκ ἔστι κτίσμα, ἀκολούθως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα κτίσμα, μὴ ὂν ἐν μεμερισμένοις τόποις, ἀλλὰ πάντα πληροῦν καὶ ἔξω τῶν πάντων ὄν. Οὕτω γὰρ καὶ γέγραπται· «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην» (Sap. I, 7). Καὶ ∆αβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου» (Psal. CXXXVIII, 7), ὡς μὴ ὄντος αὐ τοῦ ἐν τόπῳ, ἀλλ' ἔξω μὲν τῶν πάντων, ἐν δὲ τῷ Υἱῷ ὄντος, ὥς ἐστι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί. ∆ιὰ τοῦτο γὰρ οὐδ' αὐτὸ κτίσμα ἐστὶν, ὥσπερ δέδεικται. Πρὸς πᾶσι δὲ τούτοις ἔτι μᾶλλον ἐκ τούτου κατα γνωσθήσεται μὲν ἡ Ἀρειανὴ αἵρεσις, ἐπιγνωσθήσε ται δὲ πάλιν ἐκ τοῦ Υἱοῦ ἡ περὶ τοῦ Πνεύματος γνῶσις. Κτίστης τοίνυν ἐστὶν ὁ Υἱὸς ὡς ὁ Πατήρ· «Ἃ γὰρ βλέπω,» φησὶ, «τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ» (Joan. V, 19). «Πάντα» γοῦν «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» (Joan. I, 3) Εἰ δὲ, κτίστης ὢν, ὡς ὁ Πατὴρ, ὁ Υἱὸς, οὐκ ἔστι κτίσμα· καὶ εἰ, ὅτι δι' αὐτοῦ κτίζεται τὰ πάντα, οὐκ ἔστι τῶν κτιζομένων· δηλονότι οὐδὲ τὸ Πνεῦμα κτίσμα ἐστίν· ἐπειδὴ καὶ περὶ αὐτοῦ γέγραπται ἐν τῷ ἑκα τοστῷ τρίτῳ ψαλμῷ· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέ ψουσιν· ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς» (Psal. CIII, 29 et 30).


Vita S. Antonii

28. [...] Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν Χριστιανῶν ἀφῆκαν ζῇν· «βδέλυγμα» γὰρ «ἁμαρτωλῷ θεοσέβεια» (Sir. I, 25).

31. [...] Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν· ἀλλὰ μόνος ὁ Θεός ἐστιν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν. Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσι (Dan. XIII, 42).


De Incarnatione Dei Verbi et Contra Arianos

22. Καὶ ὅτε λέγει ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν» (Joan. XVII, 3)· ἀλλαχοῦ ὁ αὐτὸς Ἰωάννης τὸν Υἱὸν λέγει ἀληθινὸν Θεόν· «Οἴδαμεν» γὰρ, φησὶν, «ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος» (I Joan. V, 20). Ὥστε ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Ἰησοῦν Χριστόν. Τοῦτο γάρ ἐστι, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστὸν, τὸν ἡνωμένον Πατρὶ κατὰ Πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, καὶ οὕτω μεσιτεύσαντα Θεῷ καὶ ἀνθρώποις· τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεὸν τὸν αὐτὸν ὄντα, καθὼς καὶ Ἱερεμίας λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» (Baruch III, 36-38).


Contra Apollinarium

LIBER I

7. [...] Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρω πον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιό τητος ἐποίησεν αὐτόν. «Φθόνῳ δὲ διαβόλου θάνα τος εἰσῆλθεν εἰς τὸν κόσμον» (Sap. II, 24)· βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορφὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ' ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν' εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννησιν ἐπιδειξάμενος. ∆ιὸ εἴρηται· «Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» (Philipp. II, 9), βασιλεύειν οὐ ρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν.

15. Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντο λῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· «Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον» (Sap. II, 24), εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν.


De Trinitate et Spiritu Sancto

2. [...] Tres quoque sancti martyres, Ananias, Azarias et Misael in fornace ignis positi in terra Chaldæorum, cum admirabiliter Deus calorem ignis ad temperatum refrigerium convertisset, universam creaturam adhortantes secum laudare Deum, sic incipiunt: «Benedicite, omnia opera Domini, Domino; laudate et superexaltate eum in sæcula. Benedicite, cœli, Dominum; hymnum dicite, et superexaltate eum in sæcula. Benedicite, angeli, Dominum; hymnum dicite, et superexaltate eum in sæcula. Benedicite, aquæ, quæ super cœlos sunt, Dominum; hymnum dicite, et superexaltate eum in sæcula. Benedicite, omnes virtutes Domini, Dominum; hymnum dicite, et superexaltate eum in sæcula. Benedicite, sol et luna, Doninum; hymnum dicite, et superexaltate eum in sæcula» (Dan. III, 57-62). Et in consequentibus semetipsos ad hoc incitantes: «Benedicite, Anania, Azaria et Misael, Dominum; laudate et superexaltate eum in sæcula» (Ibid. 88). Et omnem creaturam benedicere Domino secum hortantes, non dicunt: Benedicat Dominum et Spiritus sanctus; sed et Isaiæ seraphim astantia et laudantia visa sunt: et Ezechieli cherubim subtus gloriam Dei Israel.

19. [...] Jeremiam audite clamante contra Judæos: «Quia dereliquerunt me fontem vitæ Dominum?» (Jerem. XVII, 13). Alius autem ait: Spiritum sapientiæ, sciens Spiritum sanctum secundum Isaiam quidem dicentem: «Et requiescet super eum Spiritus Domini, Spiritus sapientiæ et intellectus» (Isa. XI, 2). Secundum Paulum vero tribuentem: «Non cesso gratias agens Deo pro vobis, ut det vobis Spiritum sapientiae et revelationis» (Ephes. I, 16). Fontem esse Spiritum dixit supra, sic dicens: «Dereliquistis fontem sapientiae» (Baruch III, 13). Quod vero Spiritum hic sapientiam appellaverit, manifestum est, ex quibus dicit. Nam cum in terra Chaldaeorum esset populus, et cum Chaldæis conversaretur, eos qui non haberent Spiritum sanctum, sed carnaliter quidem viverent peccato, morerentur vero justitiæ, et fraudarentur Spiritu sancto, querebatur cum lacrymis, dicens: «Quid est Israel? quid, quia in terra inimicorum es, et inveterasti in terra aliena, coinquinatus es cum mortuis, deputatus es cum his qui in inferno sunt? Dereliquisti fontem sapientiae. Viam Domini si fuisses ingressus, habitares utique cum pace in æternum (Ibid. 10-13). Considerent enim viam, quam dereliquerunt filii Israel, Deum esse, qui dicit: «Ego sum via» (Joan. XIV, 6), fontem vitæ in propheta appellari, quem dereliquerunt Judæi, coinquinantes se cum Babyloniis, qui erant mortui justitiæ; dum enim non habent in se Spiritum paraclitum, Spiritum veritatis, qui est vita et vivificat: viventes mortui sunt.

20. [...] Unde et ad Israel derelicto Domino, qui sit fons vitæ vivificans, dicit: «Dereliquistis fontem sapientiæ. Viam Domini si fuisses ingressus, utique habitares in pace in æternum tempus» (Baruch III, 13). Audientes ergo dicentem: «Ego sum via» (Joan. XIV, 6), docti etiam a Scripturis sanctis fontem Spiritum esse Deum, qui dicit: «Me dereliquerunt fontem aquæ vivæ (Jerem. II, 13); nequaquam creaturam Spiritum sanctum esse sapiamus, sed ejusdem esse cum Patre et Filio substantiæ iterum ex Scriptura probavimus, sicut superius ab Isaia propheta docuimus.


Sermo Major de Fide

28. [...] εἰς ὃν γέγραπται· «ὄψονται εἰς ὃν ἐξεκέντησαν» (Zachar. XII, 10; Joan. XIX, 37), ὅνπερ ἐν τῆι κρίσει ὁρῶντες κρίνοντα ζῶντας καὶ νεκρούς, ὥς φησιν Ἰωάννης περὶ τοῦ κυρίου, «καθὼς ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν» (Joan. V, 27), μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· «οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα» (Sap. V, 4) λέγοντες αὐτῶι· «ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι» (Matth. XXVII, 42).


De Amuletis

Si quis in ægritudinem curatu difficilem lapsus sit, psallat, «Ego dixi, Domine, miserere mei: sana animam meam, quia pecavi tibi» (Psal. XL, 5), precibus scilicet intentus, ac misericordiam implorans, cœlesti sapientiæ obsequens dicenti: «Fili, in tempore infirmitatis tuæ ne despicias; sed ora Dominum, et ipse curabit te» (Sir. XXXVIII, 9). Amuleta enim et præstigiæ vana sunt auxilia. Si quis vero iis utatur, is clare discat, quod seipsum effecerit pro prudenti imprudentem, pro rationabili irrationabilem. At enim vetula viginti obolorum, aut quartariæ vini pretio, serpentis incantationem tibi exhaurit: tuque stas hianti ore tanquam asinus, quadrupedum sordes a collo gestans, repulso salutaris crucis sigillo. Quod sigillum non morbi tantum reformidant, sed etiam omnis dæmonum cohors pertimescit et horret. Quamobrem omnis præstigiator hujusmodi sigillo vaccus est.


Epistola VII

4. Quomobrem etiamsi impii solemnes esse nituntur, et Deum quasi in festo laudare, ad justorum Eccleciam confluentes, Deus tamen reluctabitur peccatori dicens: «Quare tu enaras justitiam meam?» (Psal. XLIX, 16) Benignus autem spiritus id vetat dicens: «Non est speciosa laus in ore peccatoris.» (Sir. XV, 9) Neque sane consistit cum Dei laude peccatum. Peccatoris os perveristatem loquitur, ut in Proverbiis dicitur: «Os impiorum redunt malis.» (Prov. IX, 28) Qui enim fieri potest ut impius impuro ore Deum laudet? Res contrariæ consistere nequeunt. «Quænam communio justitiæ cum iniquitate? Vel quæ commistio tenebrarum cum luce?» (II Cor. VI, 14) Hæc videlicet ait Paulus Evangelii minister. Propterea peccatores, cunctique catholicæ Ecclesiæ extranei, hæretici, et sectarum alumni, cum a justorum laudarione sint alieni, merito solemnes non erunt. Justus autem, etiamsi mundo mortuus existmetur, fiducialiter agit, dicens: «Non moriar, sed vivam, et narrabo omnia mirabilia tua» (Psal. CXVII, 17; IX, 2). Simulque ipse Deus non renuet invocari Deus ab illis, qui membra sua in terra mortificaverint, et tamen in Christo vivunt. Porro Deus, vivorum Deus est, non mortuorum; imo per suum vivum Verbum omnem hominem vivificat; quod nimirum cibi vitæque causa sanctis largitur, ut Domninus ipse clamat: «Ego sum panis vitæ» (Joan. VI, 48). Cui rei Judæi, gustu infirmo, et animi sensibus ad virtutem minime exercitis, neque sermonem de hoc pane probe intelligentes, obtrectabant, quia dixerat: «Ego sum panis qui de cœlo descendit, et vitam hominibus dat» (Ibid. 33).


Epistola X

3. Non enim expedit homini, ut quietis tempore dolorem in angustiis toleratorum obliviscatur, ne extra divinum sodalitium fiat. Sed ne laudes quidem canere deberet, nisi postquam ex angustiis emerserit; nec gra- tias agere, nisi post quietem a tentationum labore; Ezechiae more, qui, peremptis Assyriis, laudabat Dominum, gratiasque agens dicebat: «Salva me, Domine; neque desinam tibi benedicere cithara cunctis diebus vitæ meæ, coram domo Domini» (Isa. XXXVIII, 20). Illi pariter beati viri, qui Babylone tentati fuerunt, id est Ananias, Misael, et Azarias, media in quiete, dum flamma esset ipsis roris instar, cum canticis gratias agebant, et laudes Deo attollebant (Dan. III, 50 seqq.). Ita ut isti, sic ego quoque opinor, fratres mei, atque haec scribo. Quae non sunt temporibus nostris apud homines possibilia, ea Deus facit possibilia: quodque homines minime poterunt, id Deus facile factu demonstrabit, nos videlicet ad vos revoeando, non autem prædam iis tradendo qui nos pulsare contendunt. Haec vero omnia non tam in nos intorquentur quam in ecclesiam et rectam fidem, quam isti iniquitate sua obruere moliebantur.

4. [...] Verbum autem est potentia ac sapientia Dei, prout de sapientia testatur Salomon quae cum una sit, «omnia potest» (Sap. X, 12); et in se manens, omnia renovat; et cum ad sanctas animas accedit, tunc Dei amatores et prophetas efficit. Iis autem qui nondum perfectum iter insistunt, quasi ovis lactans fiet: qua similitudine utitur Paulus: «Lac vobis potum dedi, non escam» (I Cor. III, 2). Porro iis qui puerili statu excesserunt, cum adhuc imperfectione laborent, fiet esca illorum gustui idonea; qua locutione utitur Paulus: «Qui autem infirmus est, olus manducet» (Rom. XIV, 2). Simul ac vero perfectam viam terere coeperimus, haud diutius prædictis rebus homo se alet, panem rationalem comedet et cibum carneum. Scriptum est enim: «Perfectorum autem est solidus cibus, eorum scilicet qui exercitatos consuetudine sensus habent» (Hebr. V, 14).


Epistola XI

5. Cum hæc Judæi moliti fuerint, et Domini injuriam intulerint, errarunt ut sibimet iram attraherent. Ideo Scriptura cum mœrore aiebat: «Quare gloriatæ sunt gentes, et populi meditati sunt inania?» (Psal. II, 1) Vana era Judæorum molitio, qui mortem machinabantur vitæ, et contra Verbum Patris absurda struebant. Quis nunc illorum dispersionem, urbisque ipsorum exterminium spectans, haud jure meritoque dicat: Væ illis, qui male contra se meditantur dicentes: «Circumveniamus justum, quia nobis minime placet» (Sap. II, 12). Merito, fratres mei, dum per libros vagi discurrerent, nequaquam tamen illud agnoscebant: «Qui foveam proximo suo fodit, in eamdem incidet» (Sir. XXVII, 29). Item: «Qui sepem dissipat, mordet eum coluber» (Eccle. X, 8). Et nisi faciem suam a Domino avertissent, haud ea formidarent quæ in divinis laudibus prædicuntur: «Captæ fuerunt gentes fune quem ipsæ struxerunt; in laqueo quem abscoderunt, comprehensus est pes eorum. Cognoscetur Dominus judicia faciens; in operibus manuum suarum comprehensus est peccator» (Psal. IX, 16 et 17). Hoc item animadvertite: «Venient eis insidiæ, quas non cognoscebant; laqueus qum occultaverunt, capiet eos» (Psal. XXXIV, 8). Hæc videlicet non intellexerunt; secus, Dominum gloriæ non crucifixissent (I Cor. II, 8).


Epistola XIX

5. At hi nihilominus intelligere haud sategerunt; «si enim cognovis- sent, numquam dominum gloriae erucifixissent» (I Cor. II, 8). Et cuiusmodi horum exitus futurus esset, propheta vaticinabatur clamans: Vae illorum animabus, qui perversa cogitatione machinati sunt dicentes: «Circumveniamus iustum, quia non est nobis jucundus» (Sap. II, 12). Exitiosus huiusmodi exitus nihil aliud quam error est, teste Domino qui eos reprehendit dicens: «Erratis, nescientes scripturas» (Matth. XXII, 29). Quamobrem hac increpatione commoti, maiore adhuc audacia dicebant: «Nos Moysis discipuli sumus: nos scimus quia Moysi locutus est Deus» (Joan. IX, 28): sic (Christi) verbis vehementius contradicentes, ac semet, accusantes; nam si his quæ audierant fidem adhibuissent, Dominum non negassent, qui praesentialiter cum Moyse collocutus est. At non ita se gessit credens ille, quem apostolorum Actus memorant (Act. VIII, 30); audiens enim sibi dictum: «Putasne intelligis quae legis?» (Prov. XXIV, 9 sec. Græc) non puduit eum confiteri ignorantiam suam, seque edoceri rogavit. Ideo Spiritus gratia datur iis qui se doceri curant: at ii qui permanent inemendati, mortem incurrunt, ut ait Proverbium: «Morietur stultus in peccatis suis» (Psal. XIII, 1).


Epistola ad Marcellinum

9. Οὐκ ἀγνοῶν δὲ πάλιν ἔλεγεν, ὅτι καὶ ἐν ἑκάστῃ βίβλῳ τῆς Γραφῆς τὰ αὐτὰ περὶ τοῦ Σωτῆρος ἐξαι ρέτως σημαίνεται· καὶ ἔστι τοῦτο πάσαις αὐταῖς ἀπάγγελμα, καὶ συμφωνία ἡ αὐτὴ τοῦ Πνεύματος. Καὶ γὰρ ὥσπερ τὰ τῶν ἄλλων ἐν ταύτῃ δυνατὸν εὑ ρεῖν· οὕτως καὶ τὰ ταύτης ἐν ταῖς ἑτέραις πολλάκις εὑρίσκεται. Καὶ γὰρ Μωϋσῆς ᾠδὴν γράφει, καὶ Ἡ σαΐας ᾄδει, καὶ ὁ Ἀμβακοὺμ προσεύχεται μετ' ᾠδῆς. Πάλιν τε ἐν ἑκάστῃ βίβλῳ ἔστιν ἰδεῖν καὶ προφητείας καὶ νομοθεσίας καὶ ἱστορίας. Τὸ γὰρ αὐτὸ Πνεῦμα ἐπὶ πάντας ἐστί· καὶ κατὰ μὲν τὴν εἰς ἕκαστον γε νομένην αὐτοῦ διαίρεσιν ἕκαστος τὴν δοθεῖσαν αὐτῷ χάριν διακονεῖ καὶ πληροῖ, εἴτε προφητεία ἐστὶν, εἴτε νομοθεσία, εἴτε τῆς ἱστορίας ἡ μνήμη, εἴτε τῶν ψαλ μῶν ἡ χάρις· ἐπειδὴ δὲ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμά ἐστιν, οὗπερ καὶ πᾶσαι διαιρέσεις εἰσὶν, αὐτὸ δὲ ἀδι αίρετόν ἐστι κατὰ φύσιν· διά τοι τοῦτο τὸ ὅλον μέν ἐστιν ἑκάστῳ, κατὰ δὲ τὴν διακονίαν αἱ φανερώ σεις καὶ αἱ διαιρέσεις τοῦ Πνεύματος ἑκάστοις γίνον ται· καὶ λοιπὸν κατὰ τὴν ἀποκειμένην χρείαν πολλά κις ἕκαστος, ὑποσχοῦντος τοῦ Πνεύματος, διακονεῖ τὸν λόγον· ὥστε, καθὰ προεῖπον, νομοθετοῦντα Μωϋσῆν προφητεύειν ποτὲ καὶ ᾄδειν, καὶ προφητεύοντας τοὺς προφήτας ἐντέλλεσθαί ποτε· «Λούσασθε, καθαροὶ γίνεσθε» (Isa. I, 16). «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ» (Jerem. IV, 14)· καὶ ἱστορεῖν ποτε, τὸν μὲν ∆ανιὴλ τὰ κατὰ Σουσάνναν (Dan. XIII), τὸν δὲ Ἡσαΐαν τὰ κατὰ τὸν Ῥαψάκην καὶ τὸν Σενναχηρείμ (Isa. XXXVI, XXXVII). Οὕτως γὰρ καὶ ἡ τῶν Ψαλμῶν βίβλος, ἔχουσα τὸ ἴδιον τῶν ᾠδῶν, ὅπερ ἐν ταῖς ἄλλαις βίβλοις διεξοδικῶς εἴρηται, ταῦτα αὐτὴ τῇ κατὰ πλάτος φωνῇ μετὰ μέλους ψάλλει, καθὼς προείρηται. Νομοθετεῖ γοῦν ποτε καὶ αὐτή· «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν» (Psal. XXXVI, 8)· καὶ, «Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρή νην, καὶ δίωξον αὐτήν» (Psal. XXXIII, 15). Καὶ ἱστορεῖ δέ ποτε κατὰ τὴν ὁδὸν τοῦ Ἰσραὴλ, καὶ προφητεύει περὶ τοῦ Σω τῆρος, ὥσπερ εἴρηται πρότερον.

29. Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώ σκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν, ἀλλ' ἑαυτοὺς μὲν τέρπουσιν, ἔχουσι δὲ μέμψιν, ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ» (Sir. XV, 9).


Expositio in Psalmus LXXVII

10. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ. Τὴν καινὴν τοῦ Εὐαγγελίου παράδοσίν φησι, καὶ τό· «Ἰδοὺ ἡμέρα ἔρχεται, καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινήν» (Baruch II, 35). Αἰτίας δέ ἐστιν ἀπόδοσις, ὅτι, ταύτην μὴ φυλάξαντες, ἥτις ἐστὶ καινὸς νόμος τοῦ Θεοῦ, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐ γὰρ ἐπίστευον αὐτῷ λέγοντι· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω» (Joan. XVI, 27). ∆έον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς Θεῷ πο λεμοῦντας· οἱ δὲ κατὰ Θεοῦ ἤραντο πόλεμον.


Expositio in Psalmus LXXVIII

2, 3. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώ ματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. ∆ιὰ γὰρ ὑπερ βολὴν ἀπανθρωπίας οὐδὲ θάπτειν τοῖς οἰκείοις ἐπ έτρεπον οἱ πολέμιοι τοὺς νεκρούς. Τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Πῶς γὰρ οὐχ ὅσιοι οἱ τὸ αἷμα ἐκχυθέντες ὑπὲρ τῆς τοῦ νόμου φυ λακῆς, ὧν ἦσαν οἱ Μαχαβαῖοι (II Mach. VII).


Expositio in Psalmus CXVII

5-9. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. ∆ύο διδάσκει ὁ παρ ὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχο μένους τῇ πίστει, κατὰ τὸ, «Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν» (Sir. II, 1). Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐ τὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχω ρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς.


Expositio in Psalmus CXVIII

60. Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰ ρημένον· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν» (Sir. II, 1)· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως.

96. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐν τολή σου σφόδρα. Συντέλειαν τὴν ἐπιβουλήν φησι τὴν παρὰ τῶν δαιμόνων. Ταύτης εἶδον τὸ πέρας ἐκβὰν εἰς οὐδὲν, ὅτε καὶ πλατεῖά μοι γέγονεν ἡ ἐν τολή. Τοῦτο τοῦ· διὰ πάσης προκοπῆς εἰς τὸ τέλος ἀφιγμένου τῆς ἀρετῆς, ἐπὶ τὸ τέλειον ἀγαθὸν δια βαίνοντος· πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου. Ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ, κατὰ τό· «Ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται» (Sir. XVIII, 6).


FONTE

ATHANASII ALEXANDRINI, Epistola XXXIX. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1435-1440.

______________________, Oratio Contra Gentes. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 1.

______________________, Oratio de Incarnatione Verbi. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 95.

______________________, Apologia Contra Arianos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 239.

______________________, De Decretis Nicænæ Synodi. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 411.

______________________, De Sententia Dionysii. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 477.

______________________, Epistola ad Episcopos Ægypti et Libyæ. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 535.

______________________, Apologia ad Constantium Imperatorem. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 593.

______________________, Apologia de Fuga Sua. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 643.

______________________, Historia Arianorum ad Monachos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXV, Paris: Petit-Montrouge, 1857. p. 697.

______________________, Oratio Prima Contra Arianos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 11.

______________________, Oratio Secunda Contra Arianos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 145.

______________________, Oratio Tertia Contra Arianos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 321.

______________________, Epistola I ad Serapionem. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 529.

______________________, Epistola II ad Serapionem. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 607.

______________________, Epistola III ad Serapionem. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 623.

______________________, Vita S. Antonii. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 835.

______________________, De Incarnatione Dei Verbi et Contra Arianos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 835.

______________________, Contra Apollinarium. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1091.

______________________, De Trinitate et Spiritu Sancto. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1189.

______________________, Sermo Major de Fide. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1257.

______________________, De Amuletis. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1319.

______________________, Epistolæ Heortasticæ. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVI, Paris: Petit-Montrouge, 1857. p. 1339.

______________________, Epistola ad Marcellinum. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVII, Paris: Petit-Montrouge, 1857. p. 11.

______________________, Expositiones in Psalmos. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVII, Paris: Petit-Montrouge, 1857. p. 59.

______________________, Fragmenta in Matthæum. In: J. P. MIGNE, Patrologia Grega, Tomus XXVII, Paris: Petit-Montrouge, 1857. p. 1363.